[ ]
Pisid. — Termessos (Güllük Dağı)
| 1 | σοὶ κα̣ὶ ἐμοὶ τ̣όδε δῶ̣μα̣, γυναικῶν δεῖα̣ Σευή̣ρα, |
| μοῖρ’ ἀδα̣μα̣ντείης ἔργον ἔθηκε χερός. | |
| σε̣ῖο δ’ ἐ̣γὼ κα̣ὶ τῆδε πόσις κεκλημένος εἴην, | |
| κά̣νδιδος, Ἑ̣λλή̣ν̣ων οὐχ ὁ π̣α̣ρεργότατος. | |
| 5 | αἲ γὰρ ἐμοί, φίλ’ ἄ̣νερ τόδ, ἐπ’ ἀ̣θά̣να̣τοι τελέσα̣ιεν· |
| οὕτω κεν θανά̣του λησα̣μένη κρυεροῦ | |
| κείμην ἐν λέκτρω, σὺ δὲ νήδυμον ἀμφί με πῆχυν | |
| αἰὲν ἔχοις, εἶμεν δ’ ἀ̣θά̣να̣τοι νεκύων. |