[ ] Pisid. — Termessos (Güllük Dağı)
1           Αὐρ(ήλιος) Ζωτικὸς Σάπρωνος τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ θ̣υ̣(γατρὶ) αὐτοῦ Αὐρ(ηλία) Ἀγοράστη κὲ τῆ γυ(ναικὶ) αὐ-
{αυ}τοῦ {²⁶αὐτοῦ}²⁶ Καλημέρα <τῆ> καὶ Πρειμιγενείη καὶ τῆ προενειμέν̣η αὐτοῦ γυναικὶ Ἄννα καὶ Ὀρεστιανῆ,
                                     τῆ προενειμένη αὐ-
                                     τοῦ θρεπτῆ̣, καὶ Δω-
5                                      ρίδι, τῆ ἀπελευθέρα̣
                                     αὐτοῦ· ἑ[τ]έρω δὲ οὐδε-
                                     νὶ ἐξὸν εἶναι ἀνῦξαι
                                     ἢ ἐπιθάψαι, ἐπεὶ ὁ πειρά-
                                     σας ἐκτείσει προστείμου
10                                      Διὶ Σολυμεῖ (δην.) ͵α,
                           καὶ ἕξει πρὸς τοὺς κατοιχομένους.
Search Help
Contact Us