[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐ(ρηλία) Εὐκαρπία, Σύρου Ναυη θυ(γάτηρ), αὐτεξουσία τέκνων δικαίω{ν}, γ̣υνὴ Κλ(αυδίου)
Τειμολάου, κατέστησε ἑαυτῆ τὴν σωματοθήκην καὶ τῶ ἀνδρὶ αὐ-
τῆς Τειμολάω καὶ τοῖς ἐξ αὑτῶν τέκνοις· ἑτέρω δὲ μηδενὶ ἐξεῖναι ἀνῦξαι ἢ ἐ-
πιθάψε τινά, ἐπεὶ ὁ πειράσας τι τούτων θήσει προστείμου τῶ ἱερωτάτω τα-
5 μείω (δην.) ͵α καὶ ἐνσχεθήστε τυμβωρυχία.
Search Help
Contact Us