[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Ἑρμαῖος Τροκονδου ἐπιλεγόμενος Κουσι-
 ωνος, ἀπε(λεύθερος) Θοαντιανοῦ Ἑ̣ρ(μαίου) Α̣ρ(τειμου) καὶ πά(ροικος), τὴν σωματοθή-
          κην ἑαυτῶ καὶ Ναννηλει τῆ
            καὶ Ἀσπασία, ἀπε(λευθέρα)
5             καὶ πα(ροίκω) τῆ γυναι-
            κὶ αὐτοῦ, καὶ τῆ
            προενούση Γα-
            ΐλλη Μάρκου Γα-
            ίου Εὐπόρου· οὐ-
10             κ ἐξέσται δὲ οὐδε-
      νὶ μετὰ τοῦτο ἀνῦξαι ἢ ἄλλο σῶμα
 καταθέσθαι ἐν̣ αὐτῆ· εἰ δὲ μή, ὁ πειράσας̣ ἐ̣[κ]τ̣ε̣ίσ̣ει τῶ ἱε̣ρ̣ωτάτω τα-
 μείω (δην.) ͵βφʹ, παντὸς ἔχοντο̣ς̣ ἐξουσ[ία]ν προσανγέλ-
                λειν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us