[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρ(ήλιος) Ἑρμαῖος ἱ(ερέως) Ἑρμα[ίο]υ τὴν σωματοθήκη̣[ν κατέστησεν, ἐ]φ̣’ ἧ πεποίητε σημιώσει, τοῖς |
τε προενειμένοις αὐτοῦ προγόνοις καὶ̣ [ἑαυτῶ καὶ τ]ῆ συντρόφω αὐτοῦ Αὐρ(ηλία) Ἐλευθε- | |
ρίω Ουρουβαι μό̣νοις· ἄλλω δὲ οὐδενὶ ἐξ̣έ[στ]α̣ι ἀνῦξαι ἢ ἐπιθάψαι τινά, | |
ἐπεὶ ἐκτείσ̣ε̣ι̣ τῶ ἱερω- | |
5 | τάτω ταμίω̣ [δρα]χμὰς |
͵α κα̣ὶ φʹ· ἔ̣[τι κα]ὶ ὑπεύ- | |
θυνος [ἔσ]τ[α]ι ἐνκλή- | |
ματι τυμ[β]ωρυχίας. |