[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Ἑρμααίων Μολεους, διδάσκαλος,
τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ προ-
ενούση αὐτοῦ γυναικὶ Καλλιγόνη
καὶ τοῖς προενοῦσιν τέκνοις αὐ-
5 τοῦ Ἑρμαΐδι καὶ Μολητι καὶ τοῖς
προενοῦσιν Νείκη καὶ Διοτείμω
ἑτέρω δὲ οὐδενὶ ἐξέσται ἀνῦξε
ἢ ἐπιθάψαι τινά· εἰ δὲ μή, ἐκτείσει τῶ ἱερωτά-
τω ταμείω (δην.) ͵βφʹ καὶ ἐνσχεθήσεται ἐνκλή-
10           ματι τυμβωρυχίας.
Search Help
Contact Us