[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Μ(ᾶρκος) Αὐρ(ήλιος) Διότειμος, υἱὸς Μ(άρκου) Αὐρ(ηλίου) Πτολεμαίου Διοτείμου, τίθεται πρόρη-
         σιν τὴν ὑπογεγραμμένην· τὴν σωματοθήκην ἑαυτῶ καὶ Αὐρ(ηλία)
         Εὐνοΐδι, Πουπίου Κλεάνδρου θυ(γατρί), τῆ γυ(ναικί), καὶ οἷς ἂν ἐπισημανεῖται
                             δι’ ἀρχείων· μετὰ
5                              δὲ τὴν θέσιν αὐ-
                             τῶν οὐδενὶ ἐξέσ-
                             ται πειρᾶσαι ἀνοῖ-
                             ξαι ἢ ἐπεισενεν-
                             κεῖν ἕτερον σῶ̣μα
10                              ἢ ἐπιστῆσαι ἐπὶ τῶ
         κρ̣ηπειδώματι ἑτέραν σωματοθήκην ἢ παραστῆσαι, ἐπεὶ ὁ πειράσας τι τού-
         των ἐκτείσει τῶ δήμω καὶ Διὶ Σολυμεῖ (δην.) ͵βφʹ, ὑπεύθυνος δὲ ἔστω καὶ τυμβω-
              ρυχία, παντὸς ἔχο̣ντος ἐξουσίαν ἐπεκδικεῖν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us