[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Μ(ᾶρκος) Αὐρ(ήλιος) Διότειμος, υἱὸς Μ(άρκου) Αὐρ(ηλίου) Πτολεμαίου Διοτείμου, τίθεται πρόρη- |
σιν τὴν ὑπογεγραμμένην· τὴν σωματοθήκην ἑαυτῶ καὶ Αὐρ(ηλία) | |
Εὐνοΐδι, Πουπίου Κλεάνδρου θυ(γατρί), τῆ γυ(ναικί), καὶ οἷς ἂν ἐπισημανεῖται | |
δι’ ἀρχείων· μετὰ | |
5 | δὲ τὴν θέσιν αὐ- |
τῶν οὐδενὶ ἐξέσ- | |
ται πειρᾶσαι ἀνοῖ- | |
ξαι ἢ ἐπεισενεν- | |
κεῖν ἕτερον σῶ̣μα | |
10 | ἢ ἐπιστῆσαι ἐπὶ τῶ |
κρ̣ηπειδώματι ἑτέραν σωματοθήκην ἢ παραστῆσαι, ἐπεὶ ὁ πειράσας τι τού- | |
των ἐκτείσει τῶ δήμω καὶ Διὶ Σολυμεῖ (δην.) ͵βφʹ, ὑπεύθυνος δὲ ἔστω καὶ τυμβω- | |
ρυχία, παντὸς ἔχο̣ντος ἐξουσίαν ἐπεκδικεῖν ἐπὶ τῶ ἡμίσει. |