[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Γλ[υ]κ̣ύδωρος δὶς τὴν σωματοθήκην τῶ π̣[ρ]ο<ε>νειμέν̣[ω πατρὶ]
           αὐτοῦ Φλαυίω Γλυκυδώρω καὶ Αὐρ(ηλία) Ἀτταλιανῆ Σενεκ̣ᾶ̣, [τῆ μητρί],
                          καὶ Αὐρ(ηλίω) Σενεκᾶ,
                          τῶ ἀδελφῶ· ἄλλω
5                           δὲ οὐδενὶ ἐξέσται
                          ἀνῦξαι ἢ ἐπιθάψαι
                          τινά, ἐπεὶ ὁ πει[ρ]ά-
                          σας ἐνσχεθήσεται
                     ἐνκλήματι τυμβωρυχίας.
Search Help
Contact Us