[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Γῆ Ἑρ(μαίου) Οπλεους, αὐτεξ̣ούσιος τέκνων δικαίω, τὴν σωματοθήκην τοῖς
θρε̣πτοῖς αὐτῆς Ἡλίω καὶ Αὐρ(ηλία) Νείκη, θυ(γατρὶ) Αὐρ(ηλίου) Μάρωνος, ἐπὶ τῶ μηδε̣ν̣ὶ ἐξεῖναι
     ἑτέρω ἀνῦξ̣αι τὴν σωματοθήκην ἢ ἐπιθάψαι τινά, εἰ μὴ μόνον τοῖς
                          γονεῦσιν τῆς Νεί-
5                           κης, Αὐρ(ηλίω) Μάρωνι καὶ
                          Αὐρ(ηλία) Χαρι[τ]ίνη· ἐὰν
                          δέ τις παρὰ ταῦτα
                          πειράση, ἐκτείσει
                          τῶ Τερμησσέων δή̣-
10                        μω καὶ τῶ ἱερωτάτω ταμε̣ί̣[ω] δηνάρια
                          χείλια πεντακόσια.
Search Help
Contact Us