[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Γῆ Ἑρ(μαίου) Οπλεους πρό̣ρησιν τίθεται μηδενὶ
ἐξεῖναι ἀνῦξαι τὴν σωματοθήκην ἢ ἐπι-
θάψαι τινὰ διὰ τὸ μόνοις τοῖς γενομένοις
αὐτῆς γονεῦσιν Ἑρμαίω καὶ Οα καὶ τῶ προμοίρω αὐτῆς
5 ἀδελφῶ Οπλη τὸ ἡρῶον κατεσκευάσθαι· ἐὰν δέ̣ τις πειρά-
ση̣, ἐκτείσει τῶ τε δήμω τῶ Τερμησσέων καὶ τῶ ἱερω-
                τάτω ταμείω δηνάρια
                μύρια πεντακισχείλια.
Search Help
Contact Us