[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Βλάστη, Ἐντείμου θυ(γάτηρ), χή(ρα), ἀπε(λευθέρα) τοῦ γε-
νομένου Μελησάνδρου Ἑρ(μαίου) Μαμω-
τασιος καὶ πά̣(ροικος), τὴν σωματοθήκην
           ἑαυτῆ μόνη ἐπὶ τῶ
5            μηδενὶ ἐξεῖναι ἀνοῖ-
           ξαι ἢ ἐπεισελθεῖν, ἐ-
           πεὶ ὁ πειράσας ἐκτεί-
           σει Διὶ Σολυμεῖ (δην.) ͵α
           καὶ τῆ ἱερᾶ βουλῆ
10              (δην.) ͵αφʹ,
         παντὸς ἔχοντος ἐξου-
         σίαν πράσειν ἐπὶ τῶ ἡμί-
                σει.
Search Help
Contact Us