[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρ(ήλιος) Ἀσκληπιάδης Φιλείνου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ γυναικὶ αὐτοῦ |
Αὐρ(ηλία) Οα Θόαντος Μιλικουα̣ καὶ τῶ ἐξ αὑτῶν τέκνω Αὐρ(ηλίω) Φιλείνω καὶ τῆ ἀνεψι<ᾶ> μου | |
Αὐρ(ηλία) Αρτεμει, θυ(γατρὶ) Εὐσέβους Φιλείνου Ἑρ(μαίου)· οὐδενὶ ἐξέσται ἀνοῖξαι | |
μετὰ τὴν θέσιν | |
5 | αὐτῶν ἢ ἐπι- |
θάψαι τινά, | |
ἐπεὶ ὁ πειρά̣[σ]ας | |
ἐκτείσει Διὶ | |
Σολυμεῖ (δην.) ͵αφʹ. |