[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Μ(ᾶρκος) Αὐρ(ήλιος) Ἀρτέμων Πλάτωνος Αρτειμου Πιλλακοου τὴν
σωματοθήκην ἑαυτῶ καὶ τῆ γυναικὶ αὐτοῦ Αὐρ(ηλία) Αρμασ-
  τα, θυ(γατρὶ) Κλ(αυδίου) Κυήτου· ἄλλω δὲ μηδενὶ ἐξὸν εἶναι μετὰ
                        τὴν θέσιν αὐ-
5                         τῶν ἀνῦξαι
                        ἢ ἐπιθάψαι τι-
                        νά, ἐπεὶ ὁ πει-
                        ράσας ἐκτεί-
                        σει Διὶ Σολυμεῖ
10  καὶ τῶ δήμω (δην.) ͵β, παντὸς ἔχοντος ἐξουσίαν ἐκδικεῖν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us