[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Ἀρτέμων δὶς τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ προενειμένη αὐτοῦ
γυναικὶ Παρθενόπη καὶ τοῖς υἱοῖς αὐτοῦ Ἀρτέμωνι καὶ Παρθενοπαίω
καὶ τῆ θυγατρὶ Ἀρτεμωνίδι κὲ τῶ ἀνδρὶ αὐτῆς κὲ τοῖς ἐξ αὐτῶν τέκνοις μό(νοις)· ἀνῦξαι ἢ ἐπι-
θάψαι, ἐπεὶ ὁ πειράσας τι τούτων ἐκτείσει τῶ ἱερωτάτω ταμείω (δην.) ͵βφʹ.
Search Help
Contact Us