[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Ἀρτεμεισία Οσαει, χήρα, Ἰσίνδισσα
         οἰκοῦσα ἐν τῆ λαμπρ(οτάτη) Τερμησέων
           πόλει, τὴν σωματοθήκην ἑαυτῆ
           καὶ τῆ θυγατρὶ αὐτῆς Αὐρ(ηλία) Ζωτικῆ
5            Ῥόδωνος, γυναικὶ Αὐρ(ηλίου) Στεφάνου
           δὶς Μολεους, καὶ αὐτῶ τῶ Στεφάνω,
           τῶ γαμβρῶ αὐτῆς, καὶ τοῖς ἐξ αὐτῶν
           τέκνοις· ἑτέρω δὲ μηδενὶ ἐξεῖ-
           ναι ἐπενθεῖναι, ἐπεὶ ἐκτείσει
10            τῶ ταμείω (δην.) μύρια καὶ τῆ πόλει τῆ
         Τερμησέων (δην.) μύρια, παντὸς ἔχον-
       τος ἐξουσίαν ἐπὶ τῶ ἡμίσει ἐκδικεῖν.
Search Help
Contact Us