[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρ(ηλία) Αρτεμεις Ουρδιου Ἑρμαίου τὴν σωματοθήκην ἑαυτῆ καὶ τῶ προε- |
νόντι αὐτῆς ἀνδρὶ | |
Αὐρ(ηλίω) Ἐπ̣ιγό̣νω Μάρ- | |
κου μόνοις̣· ἑτ̣έ- | |
5 | ρω δὲ οὐδενὶ ἐ- |
ξέσται ἀνῦξαι ἢ | |
ἐπιθάψαι τινά, ἐ- | |
πεὶ ὁ πειράσας ἐκ- | |
τείσει τῶ ἱερωτά- | |
10 | τω ταμίω (δην.) πεν- |
τακισχειλίας | |
καὶ ἔνοχος ἔσται ἐνκλήματι | |
τυμβωρυχείας καὶ ἀραῖς. | |
ἐὰν δὲ οἱ κληρονόμοι μου μὴ βουληθῶσιν καταθεῖναί μαι εἰς τὴν προγεγρ̣[αμμέ]νην μου σωματοθήκην, εἶναι αὐτοὺς οἱ- | |
15 | πευθύνους τῶ ἱερωτάτω ταμίω (δην.) μυρί̣α̣ις χειλίαις πεντακοσίαις· ἐξὸν εἶναι ἐκδικεῖν παντὶ τῶ βουλομένω καὶ λαβεῖν |
αὐτὸν (δην.) χε̣ιλίας πεντα̣κοσίας. |