[ ] Pisid. — Termessos (Güllük Dağı)
1   Αρτεμεις. Ὀρέστου τρὶς
  Ἑρμαίου θυ(γάτηρ), τὴν σωματο-
  θήκην ἑαυτῆ κα[ὶ] τ̣ῶ γενο-
  μένω αὐτῆς ἀνδρὶ Ἀντι-
5   όχω Σωτιδίου· οὐκ ἐξέσ-
  ται δὲ οὐδενὶ ἄλλω καταθέσ-
  θαι ἕτερον σῶμα μετὰ τὸ αὐ-
  τὴν ἀποτεθῆναι, ἐπεὶ ὁ πει-
ράσας ἐκτείσει Διὶ Σολυμεῖ (δην.) ͵β.
Search Help
Contact Us