[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αρτεμεις. Ὀρέστου τρὶς |
Ἑρμαίου θυ(γάτηρ), τὴν σωματο- | |
θήκην ἑαυτῆ κα[ὶ] τ̣ῶ γενο- | |
μένω αὐτῆς ἀνδρὶ Ἀντι- | |
5 | όχω Σωτιδίου· οὐκ ἐξέσ- |
ται δὲ οὐδενὶ ἄλλω καταθέσ- | |
θαι ἕτερον σῶμα μετὰ τὸ αὐ- | |
τὴν ἀποτεθῆναι, ἐπεὶ ὁ πει- | |
ράσας ἐκτείσει Διὶ Σολυμεῖ (δην.) ͵β. |