[ ] Pisid. — Termessos (Güllük Dağı)
1 ἱέρεια Ἀφροδείτης διὰ βίου Αρτε-
μεις, Αρτειμου θυ(γάτηρ), τὴν σωματοθ<ήκ>η̣ν
ἑαυτῆ μόνη ἐπὶ τῶ μετὰ τὸ κατα-
λῦσ̣αι αὐτὴν καὶ ἀποτεθῆναι τὸ
5 πτῶμα μηδενὶ ἐξεῖναι μήτε ἀν̣α̣-
πωμάσαι μ̣ή̣τε̣ ἕτερον σῶ̣μ̣α κ̣η-
δεῦσαι, ἐπεὶ ὁ τούτων τι ποιήσας
ἐκτείσει τῆ ἱερωτάτη βουλῆ π̣ρ̣ο̣[σ]-
τείμου δηνάρια ἑξακισχείλια, παν-
10 τὸς ἔχοντος ἐξουσίαν προσανγέλ-
λειν καὶ ἐπεκδικεῖν ἐπὶ τῶ τὰ τρίτα
[λαμβάνειν τῶν ἑξ]α̣κ̣ι̣σ̣χειλίω̣ν (δην.).
Search Help
Contact Us