[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Αρτεμεις Ἀγαθόποδος τὴν σωματοθήκην ἑαυτῆ καὶ τῆ
προενούση Πασαγάθη, ἥ<ν>περ ἔλαβον σωματοθήκην παρὰ Αὐρ(ηλίου)
                    Τροκονδου Αὐρ(ηλίου)
                    Ἀγαθημέρου, τοῦ
5                     υἱοῦ μου· οὐκ ἐ-
                    ξέσται δὲ οὐδε-
                    νὶ ἀνῦξαι ἢ ἐπι-
                    θάψαι τινά, ἐπεὶ
                    ἐκτείσει Διὶ
10                     Σολυμεῖ (δην.) ͵α.
Search Help
Contact Us