[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Ἀνθηδονία Αρτεμεις κατεσκεύασεν τὴν σωματοθήκην ἑαυτῆ καὶ
τῶ ἀνδρὶ αὐτῆς καὶ τοῖς υἱοῖς Αὐρ(ηλίοις) Ἀνθηδονίω καὶ Ἀρτεμεισίω καὶ Γαίω· ἑτέ-
ρω δὲ οὐδενὶ ἐξέσται ἐπενθάψαι τινά, ἐπεὶ ἐκτείσει προστείμου τῶ ἱ-
ερῶ ταμείω δραχμὰς χειλίας καὶ Διὶ Σολυμεῖ δραχμὰς χειλίας, παντὸς
5 ἔχοντος ἐξουσίαν ἐκδικεῖν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us