[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αρτειμας Σύρου, ἀπε(λεύθερος), τὴν σωμα-
τοθήκην ἑαυτῶ̣ καὶ τῆ θυγατρὶ αὐ-
τοῦ Ἄννα· ἄλλω̣ δὲ μηδενὶ ἐξεῖναι
μετ’ αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ
5 θε̣ῖνα̣ι ἐνὶ αὐτῆ, ἐπεὶ ἐκτείσει τῆ
βουλῆ (δην.) ͵γ̣, ἅπερ ἐξέσται παντὶ εἰσ-
πράσσειν εἰς ἑαυτὸν καὶ τῆ βουλῆ
    εἰσφέρειν τὰ ͵αφʹ (δην.).
Search Help
Contact Us