[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρήλιος Ἄπρος δὶς τὴ̣ν σωματοθήκην ἑαυτῶ
καὶ τῶ προενειμένω αὐτοῦ προμύρω υἱῶ Ἄπρω· ἑτέρω δὲ οὐ-
            δενὶ ἐξὸν ἔσται ἐπιθάψαι σῶμα,
                   ἐπεὶ ὁ πειρά-
5                    σας ἐκτείσει
                   Διὶ Σολυμεῖ
                   (δην.) ͵αφʹ, παντὸς
                   ἔχοντος ἐ-
            ξουσίαν εἰσ[π]ρ̣ά̣σειν ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us