[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Νανηλις Κβηδασεως, Στράβων Ἀπολλωνίου, Στράβων Ἀπολλωνίου νέος, Στραβωνιανὸς Ἀπολλώνιος,
                    Τιβ(ερία) Κλ(αυδία) Κίλλη ἡ καὶ Καπετωλεῖνα.
μητέρι καὶ γενετῆρι φίλω ἀέκητά τε παιδὶ οἷ τ’ αὐτῶ γαμετῆ τε μόνοις ὅδε λύσθιος οἶκος.
ἄλλον δ’ οὐκ ἐθέλω δέχθαι νέκυν ἀλλ’ ἀΐοιτε· λώβην ἡμετέρων ῥεθέων ἀποτύμβιον ἴσχειν.
5 εἰ δέ τις οὐκ ἀλέγοι τεθνηότος, ὧδ’ ἀλιτήμων, ζώει τοι νεκύων, ζώει τειμήορος Ἄτη.
δυὼ μέν τε Στράβωνε κατὰ χθονὸς ἠδὲ Νανηλις, ἤμασι μυριδίοις Ἀπολλώνιος ἠδέ τε Κίλλη.
Search Help
Contact Us