[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Νανηλις Κβηδασεως, Στράβων Ἀπολλωνίου, Στράβων Ἀπολλωνίου νέος, Στραβωνιανὸς Ἀπολλώνιος, |
Τιβ(ερία) Κλ(αυδία) Κίλλη ἡ καὶ Καπετωλεῖνα. | |
μητέρι καὶ γενετῆρι φίλω ἀέκητά τε παιδὶ οἷ τ’ αὐτῶ γαμετῆ τε μόνοις ὅδε λύσθιος οἶκος. | |
ἄλλον δ’ οὐκ ἐθέλω δέχθαι νέκυν ἀλλ’ ἀΐοιτε· λώβην ἡμετέρων ῥεθέων ἀποτύμβιον ἴσχειν. | |
5 | εἰ δέ τις οὐκ ἀλέγοι τεθνηότος, ὧδ’ ἀλιτήμων, ζώει τοι νεκύων, ζώει τειμήορος Ἄτη. |
δυὼ μέν τε Στράβωνε κατὰ χθονὸς ἠδὲ Νανηλις, ἤμασι μυριδίοις Ἀπολλώνιος ἠδέ τε Κίλλη. |