[ ]
Pisid. — Termessos (Güllük Dağı)
1 | Αὐρ(ήλιος) Ἀπολλῶνις̣ Ἀρ̣τ̣έμω̣νο̣ς Οπ[λε]ους̣ Ἀρ̣τ̣ε̣με̣ι[σ]ίου τὴν σωματ[ο]θήκην ἑαυτῶ |
καὶ τοῖς υἱοῖς αὐτοῦ Εὐτύχηδι καὶ Τροκονδα καὶ τῶ φίλω αὐτοῦ Εὐτ̣άκτ̣ω καὶ Πυθι- | |
άδι, τῆ γ[υ](ναικὶ) τοῦ Εὐτάκτου, διὰ τὴν γενομένην ἀνέκαθεν πρὸς αὐτ[οὺ]ς | |
φιλίαν· τὸ δὲ με- | |
5 | τὰ τοῦτο οὐδε- |
νὶ ἑτέρω ἐξέσ- | |
ται ἀνῦξαι ἢ ἄλ- | |
λο πτῶμα ἐπι- | |
θάψαι, ἐπὶ ὁ τολ- | |
10 | μήσας ἔνοχος ἔσται ἐνκλήματι τυμβωροιχίας καὶ ἐκτείσει Διὶ Σολυμεῖ (δην.) ͵αφʹ. |