[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Ἀπελλῆς Ἐπαγάθου τὴν σωματοθήκην ἑαυτῶ
καὶ τῆ γυ(ναικὶ) αὐτοῦ Αὐρ(ηλία) Ναννηλει Σύρου, ἀπε(λευθέρα) Παδαμουρια-
νῆς Ναννηλιδος Οπλεους· μετὰ δὲ τὴν ἀπόθεσιν
αὐτῶν οὐδενὶ ἐξέσται ἐπιθάψαι τινὰ ἢ ἀνῦξαι κατά τι-
5 να τρόπον, ἐπεὶ ὁ πειράσας ἐνσχεθήσεται ἐνκλήματι
τυμβωρυχίας καὶ ἐκτείσει Διὶ Σολυμεῖ (δην.) ͵αφʹ, παντὶ
    τῶ βουλομένω ἐκ〚τ〛δικεῖν {²⁶ἐκδικεῖν}²⁶ ἐπὶ τῶ ἡμίσει.
Search Help
Contact Us