[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Ἀμμῶνις Καρποφόρου τὴν σωματοθήκην κατέστησεν
ἑαυτῶ καὶ τῆ γυναικὶ αὐτοῦ Αὐρ(ηλία) Ἀρτεμωνίδι, θυ(γατρὶ) Γαλάτσυ, καὶ τοῖς
ἐξ αὑτῶν τέκνοις μόνον· ἑτέρω δὲ οὐδενὶ ἐξέσται ἀνῦξαι ἢ ἐπιθάψε
αὐτοῖς τινα, ἐπεὶ ὁ πειράσας ἐκτείσει τῶ δήμω δραχμὰς ͵αφʹ
5          καὶ ἐνσχεθήσεται ἐνκλήματι τυμβωρυχίας.
Search Help
Contact Us