[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Ἀλέξανδρος Αρτειμου τὴν σωματοθήκην ἑαυτῶ
            καὶ τῆ γυναικὶ αὐτοῦ Ἑρμαΐδι καὶ τοῖς τέκνοις αὐτῶν·
                               ἑτέρω δὲ μηδενὶ
                               ἐξεῖναι ἀνῦξαι
5                                τὴν σωματοθήκην
                               ἢ ἐπενθάψαι τινά,
                               ἐπεὶ ὁ πειράσας τι
                               τούτων ἐκτείσει
                               Διὶ Σολυμεῖ (δην.) ͵β.
Search Help
Contact Us