[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ηλία) Ἀθανασία ἡ καὶ Αρτεμεις, θυ(γάτηρ) Κλ(αυδίου) Κίρκου, τὴν σωματοθήκην ἑαυτῆ
καὶ τῶ ἀνδρὶ αὐτῆς Αὐρ(ηλίω) Ἡρακλέωνι Αρ(τειμου) Σόλωνος καὶ τῶ υἱοθέτω Αὐρ(ηλίω) Ἀρτέμωνι
                      μόνον· ἄλλω
                      δὲ οὐδενὶ ἐκξέσ-
5                       ται ἐπιθάψαι τινά,
                      ἐπεὶ δώσει προσ-
                      τείμου Διὶ Σολυμεῖ
                      δηνάρια χείλια.
Search Help
Contact Us