[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Ἀγαθήμερος Ὀρέστου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ γυναικ[ὶ]
Αὐρ(ηλία) Κ[α]στωρίδι καὶ τοῖς τέκνοις αὐτῶν Αὐρηλίοις Ὀρέστη καὶ Ἀσσωνίδι,
               ἐὰν βουληθῶσιν· ἄλλω δὲ οὐδενὶ ἐξέσται ἐπιθάψαι τινὰ μετὰ
                                 τὴν θέσιν αὐ-
5                                  τῶν, ἐπεὶ ὁ πει-
                                 ράσας ἐκτείσει
                                 προστείμου Δι-
                                 ὶ Σολυμεῖ δηνά-
                                 ρια χείλια φʹ(?).
Search Help
Contact Us