[ ]
Pisid. — Termessos (Güllük Dağı) — 228-237 AD
1 | ἱερεὺς Ἀσκληπιοῦ |
διὰ βίου Μ(ᾶρκος) Α̣ὐρ(ήλιος) | |
Οὐαριανὸς Μειδι- | |
ανὸς Περικλῆς, | |
5 | στεφθεὶς παίδων |
πάλην ἀγῶνος ἀχθέν- | |
τος τὸ εʹ ἐκ φιλοτει- | |
μίας Αὐρ(ηλίας) Γῆς Οτανου | |
ἐπὶ Μειδία, τῶ υἱῶ αὐ- | |
10 | τῆς, πάππω δὲ τοῦ Πε- |
ρικλέους, προ(βούλου) ἱ(ερέως) Μ(άρκου) Αὐρ(ηλίου) | |
Ἡλιοδότου δίς, | |
ἐπιμελησαμένου τοῦ ἀγῶνος | |
Μ(άρκου) Αὐρ(ηλίου) Λουκίου Ἑρ(μαίου) Πλάτωνος. |