[ ] Pisid. — Termessos (Güllük Dağı)
1 τὸν σοφὸν ἐν Σολύμοισι̣
Σολύμιον, ἕρμα πόληος,
ψῆφος Παμφύλων,
εὐκτέανον πρύτανιν,
5 χρυσοδότην, κτεάνοισιν̣
ἀφειδέα Παμφυλιάρχην,
αἵματος συνκλήτου,
τέρμερον ὀρθόπολιν,
εὔδικον, εὐέρκτην,
10 ἀγανόφρονα, μειλιχόθυμον,
πᾶσιν ὁμῶς ἀστοῖς ἤπιον
ὡς γενέτην.
οἱ ναέται λειτο<ῖ>σιν ἀμειβό-
μενοι γεράεσσιν
15 στῆσαν ἀρειπρεπέα,
τὸν πολὺν ἐν πραπίσιν.
Search Help