[ ] Pisid. — Termessos (Güllük Dağı)
1 βουλῆς καὶ δήμου
δόγματι τὸν κτίστην τοῦ
γυμνασίου καὶ δι’ αἰῶνος
γυμνασίαρχον, υἱὸν
5 [πόλε]ως καὶ φιλόπατριν,
ἱ̣ερέα Ἀπόλλωνος
    διὰ βίου,
 Μᾶρ(κον) Αὐρ(ήλιον) Μειδιανὸν
 Πλατωνιανὸν Π̣λάτωνα,
10  καὶ πάντ<ω>ς ἔργων κτίστην
 μετὰ καὶ τῆς γυναικὸς
 αὐτοῦ Αὐρ(ηλίας) Αρτεμειτος Θό(αντος),
 μητρὸς βουλῆς καὶ δήμου.
 τὸν δὲ ἀνδριάντα
15  ἀνέστησσεν Αὐρ(ήλιος)
Σωτήριχος δίς, πραγμα-
 τευτὴς καὶ ἀπελεύθερος
 τῆς γυναικὸς αὐτοῦ
 Αὐρ(ηλίας) Αρτεμειτος Θόαντος,
20     τοὺς πάτρωνας.
 Νέω Ἡρώδη Πλάτωνι.
Search Help
Contact Us