[ ] Pisid. — Termessos (Güllük Dağı)
1 βουλῆς̣ καὶ [δ]ή̣μ̣ου δόγματι Μει-
διανὸν Π̣λατωνιανὸν Πλάτω-
να, τὸν κτίστην τοῦ γυμνασίου
καὶ δι’ αἰῶνος γυμνασίαρχον,
5    υἱὸν πόλεως καὶ φιλόπα-
   τριν, κτίστην καὶ ἑτέρων
   ἔργων μετὰ καὶ τῆς γυναι-
   κὸς αὐτοῦ Αὐρ(ηλίας) Αρτεμειτος
   Θόαντος Ἑρμαίου, μητρὸς
10    βουλῆς, τῆς κρατίστης. τὸν
   δὲ ἀνδριάντα ἀνέστησεν
   Αὐρ(ήλιος) Μολης δὶς Κοσαμα, τὸν
        πάτρωνα.
Search Help
Contact Us