[ ] Pisid. — Termessos (Güllük Dağı) — 215-230 AD
1 [Μ(ᾶρκον) Αὐρ(ήλιον) Ἑκηβόλιον ․․․․․․․ Ἑ]ρ̣μοδώρου
[καὶ Μ(ᾶρκον) Αὐρ(ήλιον) Ἑκηβόλιον δίς, τὸν υἱ]όν, ἡ πόλις.
2a {²spatium unius versus vacuum}²
3 [Τερ]μησσοῦ ναέται τ̣άδ̣’ ἀγάλματ̣α̣ χρυσ[εότε]υ̣κτα
   θῆκαν Ἑκηβολίοις, παιδί τε καὶ γενέτη.
5 οὗτοι γὰρ βασιλῆος ἀγακλέος ἐσθλὰ δίκαια
   μείζονα τῶν ἄλλων τῆδ’ ἔλαβον πατρίδι.
καὶ τῶ μὲν φθιμένω λάμπει κλέος ἐσθλὸν ἐπ’ ἔργοις,
   παιδὶ δ’ ἐνὶ ζωοῖς ταῦτα σαωσαμένω.
Search Help
Contact Us