[ ]
Argeia — Mykenai — 197-195 BC
| 1 | Προτίμου Γορτυνίου. |
| θεοῖς· ἀγαθαῖ τύχαι· ἁλιαίαι ἔδοξε | |
| τελείαι τῶν Μυκανέων, Πανάμου | |
| ὑστεραίαι πρατομηνίας, ἀρήτευε | |
| 5 | δαμιοργῶν Δελφίων Τ̣[ι]μοκρίτου Δαϊ- |
| φοντεύς· ἐπειδὴ ἀπ[αχ]θέντων ἐ̣φ̣[ή]- | |
| βων τῶν Μυκανέων ὑπὸ Νάβιος ἐς Λ[α]- | |
| κ̣εδαίμονα ἐπολυώρηἑ Πρότιμος | |
| Τιμάρχου Γορτύνιος καὶ τὰν ἅπαν- | |
| 10 | σαν σπουδὰν ἔθετο ὡς διασωθεῖεν |
| τοὶ ἀπαχθέντες· δεδόχθαι τοῖς κωμέ- | |
| ταις ἐς προεδρίαν καλῖσθαι τοῖς Διονυσί- | |
| οις, καθάπερ καὶ τὸν[ς] ἄλλο[νς ε]ὐε[ργέ]- | |
| τανς, Πρότιμον [Τιμάρχου αὐτὸν καὶ ἐκγό]- | |
| 15 | ν̣ονς καὶ τὰ [ἄλλα ὑπάρχειν (κτλ.)] |