[ ]
Pisid. — Termessos (Güllük Dağı)
A.1 | Τβημης Τροκονδου Θό(αντος) προ(βούλου) |
Μολεους δὶς Ἰάσο̣[νος] | |
ἀγορανο̣μήσ[ας ἀνέστη]- | |
I.4 | σεν. ααα[αα ε Διὸς Ὀλυμπίου]. |
5 | [χ]ε̣ίους δ’ εἰ πείπτον[τας ὁρᾶς ἅμα πάντας ὁμοίως(?)], |
Ζεὺς ἀ̣γα̣θὴν βουλὴν σῆ̣[σι φρεσίν, ὦ ξένε, δώσει]· | |
δώσει δ’ εὐφροσύνην ἔργοι̣[ς, ἀνθ’ ὧν σὺ χαρήσει]· | |
[ἀλλ]’ Ἀ̣φροδείτην εἱλά̣σκου καὶ̣ [Μαιάδος υἱόν]. | |
II.9 | [αααα]γ ζ Ἀθηνᾶς Ἀ̣ρε̣[ίας]. |
10 | [τέσσαρε]ς ε̣ἰ χεῖοι κα̣ὶ τρεῖος εἶς πεί[πτωσιν], |
[ἔχθρα]ν κα̣ὶ κα̣κότητα̣ φυγὼν ἥξεις π̣[οτ’ ἐς ἆθλα]· | |
[ἥξεις κα]ὶ δώσει σοι θεὰ̣ γλα̣υκῶπις Ἀ̣θήν̣[η]· | |
[βουλ]ὴ̣ δ’ ἔ̣σται σοι κα̣τα̣θύμιο[ς], ἣν ἐπιβά̣λλ̣[η]. | |
III.14 | δα̣α̣α̣α η Μοιρῶν Ἀ̣δ̣[αμάσ(?)]τω[ν]. |
15 | [τέσσαρ]α̣ εἷς πείπτων κα̣ὶ χεῖοι τέσσα̣ρες ἑξῆ[ς]· |
[πρ]ᾶ̣ξιν, ἣ̣ν πρά̣σσεις, μὴ πρᾶ̣σσε· οὐ γὰ̣ρ ἄ̣μειν[ον]· | |
[ἀμφ]ὶ δ̣ὲ κά̣μνοντος χα̣λεπὸν καὶ ἀ̣μήχα̣νον ἔσ[ται]· | |
εἰ δὲ ἀ̣ποδημήσεις χρόνον, οὐδὲν κα̣κὸν ἔστ[αι]. | |
IV.19 | γγαα̣α̣ θ ’Α̣ετοῦ Διός. |
20 | [εἰ δέ κ]ε̣ πείπτωσιν [δύ]ο τρεῖοι, τρεῖς δ’ ἅ̣μα̣ χεῖοι̣, |
α̣ἰετὸς ὑψιπετὴς ἐπὶ δεξιὰ̣ χειρὸς ὁδείταις | |
δώσει μα̣ντεία̣ν ἀ̣γα̣θήν· σὺν Ζηνὶ μεγίστω | |
τε̣ύξη, ἐφ’ ἣν ὁρμᾶ̣ς πρᾶ̣ξιν, μηθὲν δὲ φοβηθῆς. | |
V.24 | [ϛα]α̣α̣[α] ι Δα̣ίμονος Μεγίστου. |
25 | ἑξείτ̣ης μοῦνος καὶ χεῖοι τέσσα̣ρες ἑξῆς· |
δα̣ίμονι, ἥντιν’ ἔχεις, εὐχὴν ἀποδόντι σο̣ι ἔστα̣ι | |
[β]έλτιον, εἰ μέλλεις πράσσειν, κα̣τὰ̣ νοῦν ἃ̣ μεριμνᾶ̣ς· | |
Δημή̣τη̣ρ γά̣ρ̣ [σ]ο̣ι κα̣ὶ Ζεὺς σωτῆ̣ρες ἔσοντα̣ι. | |
VI.29 | α̣α̣α̣δγ [ι] Τ̣ύχης Εὐδα̣ιμονιζούσης. |
30 | ε̣ἰ δέ κε τρεῖς μ̣ὲν χε̣ῖοι, εἷς τέσσα̣ρα̣, τρία̣ ὁ πέμπτος, |
τὴν πρᾶ̣ξιν μὴ πρ̣ά̣ξ̣ης, ἣν βούλει νῦν ἀ̣νύειν σύ· | |
[τόν] τ̣ε̣ ἐ̣ν νούσω ἐόντα θεοὶ κα̣τέχουσι σεα̣υτὸν | |
τόν [τ]ε πόνον λύσουσι θεοὶ κα̣ὶ οὐθὲν κα̣κὸν ἔστα̣ι. | |
VII.34 | γγγαα ια Νείκης. |
35 | εἰ δέ̣ κ̣ε̣ τρεῖς τρία̣ πείπτωσιν, χεῖοι δὲ δύο ἄ̣[λλ]οι, |
κερ̣δήσεις, λήμψη δ’, ἃ̣ θέλεις, τὰ δὲ πά̣ντ’ ἐπιτεύ[ξη]· | |
[τειμητό]ν̣ σ’ ἐτίθει δα̣ίμων ἐχθρῶν [τε] κρα̣τή̣σει[ς], | |
[βουλὴ δ’ ἔσ]τε σοι κατα̣θύμιος, ἣν ἐπιβάλλη. | |
VIII.39 | δ̣δα̣αα ια Νείκης Ἱλα̣ρᾶς |
40 | [εἰ δέ κ]ε πείπτωσιν δύο τέσσαρα̣, τ̣ρεῖς δ’ ἅ̣μα̣ χεῖο[ι], |
[τὴν] πρᾶξιν πᾶ̣σα̣ν πρᾶσσε, ἔστ̣α̣ι γάρ ἄ̣μεινον̣· | |
[τόν τ]ε ἐν̣ ν̣ούσω ἐόντα θ̣εοὶ σώζ̣ουσ’ ἀπὸ ταύτ[ης] | |
[καὶ τὸν] ἐ̣ν ἄ̣λλω δήμω ἐόντα ἥξειν θεὸς αὐδ[ᾶ]. | |
IX.44 | [δα]α̣γγ ιβ Ἀσκληπιοῦ. |
45 | [τέσσ]α̣ρα̣ δὲ εἷς πείπτων, χεῖοι δύο κα̣ὶ̣ δύο τρ̣[εῖοι]· |
[πράξει μὲ]ν χειμὼν ἐνκείσετα̣ι χε̣ιμέ̣ριό[ς σοι]· | |
[τῶ τ’ ἐν ν]ούσω ἐόντι πόνον λύσειν θεὸς α̣ὐδ[ᾶ] | |
[τόν τ’] ἀ̣πόδημον ἐόντα θεοὶ σώσουσιν ἐς [οἴκους]. | |
X.49 | [ααα]ϛγ ιβ Τύχης Κυβερνώσης. |
50 | [τ]ρεῖς χεῖοι καὶ ἑξείτης, πένπτος δὲ ὁ τρεῖος· |
[μήπω] σπεῦδε μ̣ο̣λ̣ε̣ῖν· οὐκ ἔστι μ̣ο̣λ̣ό̣ν̣τ̣ι̣ [ἄμεινον]· | |
[εἰ δ]ὲ κενοσπού̣δως χ̣ρ<ήσ>ει̣ς̣, σ̣α̣υτὸν μέγα βλά̣[ψεις]· | |
[ἐπιμ]ε̣ί̣ν̣α̣ν̣τ̣ι δὲ καιρὸς̣ ἄ̣μ̣ε̣μ̣π̣τ̣ο̣ς̣ πᾶ̣ν τ’ ἐπιτ̣[εύξη]. | |
XI.54 | [αα]α̣ϛδ ιγ ’Αφροδείτης |
55 | τρεῖς χεῖοι καὶ ἑξείτης καὶ τέσσα̣ρα πένπτος· |
στέλλε, ὅπου χρήζεις· χα̣ίρων εἰς οἶκον ἀ̣[φίξη] | |
εὑρὼν κα̣ὶ πράξας, ὅσσα̣ φρεσὶ σαῖσι μενοι[νᾶς]. | |
Κύπρις γὰ̣ρ φιλέει σε, Διὸς θυγάτηρ φιλομειδή̣[ς]. | |
XII.59 | α̣γγγγ ιγ Διὸς Κα̣ταιβα̣του̣. |
60 | [εἷς χεῖο]ς, τρεῖοι δὲ τέσσα̣ρες εἰ πείπτωσι̣ν̣, |
[εἰς] π̣ρ̣ᾶ̣ξ̣ιν̣ πᾶ̣σαν ἀ̣γα̣θὸς κ̣α̣ὶ ἑτοῖμος ἐπ’ ἔργον̣· | |
[τόν] τ̣’ ἐ̣ν νούσω ἐόντα̣ θεοὶ σώζουσιν ἑτοίμως | |
[καὶ π]ερὶ τῶν ἄλλων μαντειῶν ἐστι καλῶς σ̣[οι]. | |
C.XXVIII.1 | αδ̣δδδ ιζ Νεμέσεως. |
εἰ δέ κεν̣ εἷς ἦ χεῖος, ἐφεξῆς τέσσαρα πάντες, | |
[ν]ῦ̣ν̣ σοι πά̣ντα̣ τελεῖ δαίμων κα̣ὶ εἰς ὀρθ[ὸν ὁδ]η̣γεῖ· | |
[πράξ]εις πά̣[ν]τ̣α̣ κ̣α̣τὰ̣ νοῦν, μηκέτι τρῦχε σεαυτόν· | |
5 | [ἐντεύξη σύ τ]ε ἀμέμπτως, ὧν ἐπιθυμεῖς. |
XXIX.6 | [ϛϛααδ ιη] ’Αδραστείας. |
[εἰ δὲ δύ’ ἑξεῖται], χεῖοι δυο, τρεῖος ὁ πέμπτος, | |
[τὴν πρᾶξιν πρᾶ]σ̣σε· πρά̣ξε̣[ι γὰ]ρ ἐπέσται ὁ Καιρός· | |
[ἐν γενέσει χα]λ̣επὸν κα[ὶ ὁ κ]ι̣νδυνος παράκειται· | |
10 | [καὶ περὶ τῶν ἄλ]λων μαντ̣ε̣ιῶν ἐστι καλῶς σοι. |
XXX.11 | [αϛδδγ ι]η Διὸς Κεραυνίου. |
[χεῖος καὶ ἑξε]ίτης, δύο τέ̣[σ]σαρα καὶ τρεῖος ὁ πέμπτος· | |
[οὐκ ἔστιν πρ]ά̣σσον̣[τι κατὰ γ]νώμην, ἃ μεριμνᾶ̣ς· | |
[οὔτε γὰρ ἐν ἄλλω δήμω ἰέναι] σύμφορ̣όν ἐ̣στιν | |
15 | [οὔτ’ ὠνούμενος αἰσθήση, ἧ ὀνή]σ̣ι̣μον ἔσται. |
XXXI.16 | [δδδγγ ιη Δαίμονος Ἱ]κεσίου |
[τέσσαρα δὲ ἢν τρεῖς ὧ]σ̣ι, δύο τρεῖοι, τά̣δε φράζει· | |
[οὔ σοι ὁρῶ βουλὴν τήνδε] ἀσφαλῆ, ἀλλ’ ἀ̣νά̣μεινον· | |
[εὖ πράξεις, ἔσται δὲ] τ̣ύχη̣ μετὰ ταῦτα· τὸ νῦν δὲ | |
20 | [ἥσυχος ἧσο, θεοῖς] πείθου κα̣ὶ ἐ̣φ’ ἐλπίδος ἴσθι. |
XXXII.21 | [ϛγγγγ] ι̣η̣ Ἀγαθοῦ Χρόνου. |
[ξείτη τέ]σ̣σα̣ρες ὄντες ὁμοῦ τρεῖοι· χρησμὸς ὅδ’ α̣ὐδ[ᾶ]· | |
[μὴ σπεύ]σης, δαίμων γὰρ ἀνθίσταται, ἀλλ’ ἀνάμεινον | |
[μηδ’ ὥ]ς τίς τε λέων τυφλὴ̣ν ἐκύησε λοχείην· | |
25 | [ἥσυ]χ̣α βουλεύου καί σοι χαρίεντα τελεῖται. |
XXXIII.26 | ϛϛαγγ ιθ Ἐλπίδος Ἀ̣γαθῆς. |
ἑξεῖτα̣ι δύο κα̣ὶ χεῖος καὶ δύο τρεῖοι· τάδε φράζει· | |
εὔοδά̣ σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾶς· | |
μηδὲ φοβοῦ· δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντας· | |
30 | παύσει γὰρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν. |
XXXIV.31 | δδδϛα ιθ Διὸς Κτησίου. |
τ̣έσσαρα τρεῖς, μοῦνος δ’ ἑξείτης, χεῖος δὲ ὁ πέμπτος· | |
θα̣ρσῶν ἐνχείρει καὶ ἐφ’ ἐλπίδος ἐστὶν ὁ χρησμός, | |
ὦ ξένε· μα̣νύει καὶ τὸν νοσέοντα σεσῶσθαι· | |
35 | εἰ δέ τι μαντεύη̣ χρέος, ὃ χρήζεις, ἀπολήμψη. |
XXXV.36 | γδδδδ ιθ Ἑρμοῦ Κερδεμπόρου. |
εἰ δέ κεν εἷς πείπτῃ τρεῖος καὶ τέσσαρα ἄλλοι, | |
Ζεὺς ἀγαθὴν βουλὴν σαῖσι φρεσίν, ὦ ξένε, δώσει· | |
ὧν ἕνεκ’ ἔστα̣ι πά̣ντα̣ κα̣λῶς, ἐπιτεύξη, ἃ βούλει, | |
40 | ε̣ὑρήσεις δ’, ὅσα μαντεύη, καὶ οὐθέν σοι κακὸν ἔσται. |
XXXVI.41 | γγγϛδ ιθ Νείκης. |
τ̣ρεῖς τρία, μοῦνος δ’ ἑξείτης καὶ τέσσαρα ὁ πέμπτος· | |
μαντείαν ἀγαθὴν ἔπι εἶ, ξένε· τὴν δὲ νοήσας | |
πρά̣ξεις, ὅσσα θέλεις, καὶ συνλήμπτωρ θεὸς ἔστα̣ι· | |
45 | νεικήσεις, καρποὺς λήμψη καὶ πάντ’ ἐπιτεύξη. |
XXXVII.46 | δδδδδ κ Μοιρῶν Ἀδυσωπή̣των. |
ε̣ἰ̣ δέ κε τέσσαρα πάντες ὁμοῦ πείπτωσιν ὁμοῖοι, | |
[ἠέ]λιός τε δέδυκ̣εν, ἐφέστη̣κεν δολόμητις, | |
[πά]ντα̣ δ̣’ ἀμ̣αυροῦται· παῦσα̣ι, περὶ ὧν μ’ ἐπερωτᾶς· | |
50 | [ο]ὔτε γὰ̣ρ ὠνεῖσθα̣ί τί σοι λώϊον οὔτ’ ἀποδόσθαι. |
XXXVIII.51 | δγϛϛα̣ κ Νεμ̣έσεως. |
τέσσα̣ρα̣ κα̣ὶ τρεῖος, δύο δ’ ἑξεῖτα̣ι καὶ χεῖος ὁ πέμπτος· | |
μ̣ὴ πρᾶξιν ταύτην, ξένε, πράξης· οὐκ ἔστι σοι ἐσθλή· | |
τ̣όν τ’ ἐν νούσω ἐόντα ἀρήξειν θεὸς αὐδᾶ· | |
55 | ε̣ἰ δὲ φόβος τις ἔπεστιν, οὐκ ἔσται σοι κακὸν οὐθέν. |
XXXIX.56 | ϛγγδδ κ Διοσκόρων Κηδεμόνων. |
μοῦνος δ’ ἑξείτης, τρεῖοι δύο, τέσσαρα̣ δ’ οἱ ἄλλοι· | |
οὐκ ἔστιν σπεύδοντα̣ τυχεῖν, ὅσα καιρὸς ἀνώγει· | |
κέρδος ἔχεις, πάντη δ’ ἐστὶν φόβος ἐκ κακότητος· | |
60 | δύσμορος ἡ πρᾶ̣ξις, μοχθηρὰ δὲ πάντα· φύλαξα̣ι. |
XL.60a | {²deest.}² |
XLI.61 | ϛϛδδα κα Δήμητρος. |
Δισσοὶ δ’ ἑξεῖται, δύο τέσσαρα, πέμπτος ὁ χεῖος· | |
εὔοδά̣ σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾶς· | |
μηδὲ φοβοῦ· δαίμων γὰ̣ρ ὁδηγήσει πρὸς ἅπαντας· | |
65 | πα̣ύσει γὰ̣ρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν. |
D.XLII.1 | δδδϛγ κα Ἡλίου Φωσφ̣όρου. |
τέσσαρα τρεῖς, μοῦνος δ’ ἑξείτης καὶ τρεῖος ὁ πέμπτο̣[ς]· | |
ὅσσα θέ̣λεις, πράξεις, εὑρήσεις, ὅσσα̣ μεριμνᾶ̣ς· | |
ἐνχείρει̣, ξένε, θαρσήσα̣ς· πάντ’ ἐστὶν ἑτοῖμα̣· | |
5 | τἀφανές ε̣ὑρήσεις, σωτήριον ἦμα̣ρ̣ ἀ̣π̣α̣ντᾶ̣ς. |
XLIII.6 | γγγϛϛ κ̣α Τύχης εἰς καλὰ προβιβαζούσης. |
τρεῖς τρία πείπτοντες, δύο δ’ ἑξεῖτα̣ι· τάδε φράζει· | |
εἰσὶ καλαὶ πρά̣ξ̣ε̣ι̣ς̣, σπεύδειν δέ σε χρησμὸς ὅδ’ αὐδᾶ· | |
ἐκφεύξη γὰ̣ρ̣ νούσου χαλεπῆς πά̣ντων τε κρατήσεις | |
10 | καὶ τὸν ἀλώμενον ἐν ξενίη χώρη ἥξειν θεὸς αὐδᾶ. |
XLIV.11 | α̣ϛϛϛγ κβ Μοιρῶν. |
εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται, πέμπτος τρία πείπτων· | |
εἰς στόμα μὴ δῶς χεῖρα λύκω, μή σοί τι γένηται· | |
δυσχερές ἐστιν πρᾶγμα, περὶ οὗ πεύθη, καὶ ἄπιστον· | |
15 | ἀλλ’ ἡσύχιος μένε, φήσας ὁδοῦ καὶ ἀ̣γορασμοῦ. |
XLV.16 | δδδδϛ κβ Ποσειδῶνος. |
τέσσαρα δ’ εἰ πείπτωσιν πά̣ντες, εἷς δ’ ἑξείτης, τάδε φρά̣ζει· | |
εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γράψαι, | |
ἀμφότερος μόχθος τε κενὸς κα̣ὶ πρᾶ̣ξις ἄπρακτος· | |
20 | μηδὲ βιάζου θνητὸς ἐὼν θεόν, ὅς σέ τι βλά̣ψει· |
XLVI.21 | δγγϛϛ κβ Ἄρεως Θουρίου. |
τέσσαρα καὶ δύο τρεῖοι, δύο δ’ ἑξεῖται· τά̣δε φράζει· | |
μὴ βαῖν’, ἣν μέλλεις, ξένε· τήνδε γὰ̣ρ οὐδείς· | |
αἴθων ἐσχωρήσι λέων μέγα̣ς, ὃν πεφύλαξο, | |
25 | δεινός· ἄπρακτος χρησμός, ἐπ’ ἠσυχίης ἀνά̣μεινον. |
XLVII.26 | αϛϛϛδ κγ ’Αθηνᾶς. |
εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται καὶ τέσσαρα ὁ πέμπτος· | |
Παλλάδ’ Ἀθηναίην τείμα καὶ πά̣ντα̣ σοι ἔσται, | |
ὅσσα θέλεις, καί σοι τὰ̣ δεδογμένα πάντα τελεῖτ[αι]· | |
30 | λύσει δὲ ἐκ δεσμῶν καὶ τὸν νοσέοντα̣ δὲ σώσει. |
XLVIII.31 | ϛϛδδγ κγ Εὐφροσύνης. |
εἰ δὲ δύ’ ἑξεῖται, δύο τέσσαρα, τρεῖος ὁ πέμπτος, | |
στέλλε, ὅπου σοι θυμός, πάλι γὰρ δόμον ἥξεις | |
εὑρὼν καὶ πράξας κατὰ νοῦν πάντων τε κρατήσεις· | |
35 | εὐφροσύνην ὠνεῖσθαι πωλεῖν τε καὶ οὕτως. |
XLIX.36 | ϛϛϛγγ κδ Ἀπόλλωνος Πυθίου. |
ἑξεῖται τρεῖς πείπ̣[το]ντες, δύο δὲ τρεῖοι· τάδε φρά̣ζει· | |
μίμνειν· μὴ πρά̣[ξ]η̣ς, Φοίβου χρησμοῖσι δὲ πείθου· | |
ἐν χρόνω καιρὸν τήρει, νῦν δ’ ἥσυχος ἴσθι· | |
40 | μεικρὸν ἐπισχὼν τελέσεις πάνθ’, ὅσσα μεριμνᾶς. |
L.41 | δδδ̣ϛϛ κδ Κρόνου Τεκνοφάγου. |
τέσσαρα τρεῖς, δύο δ’ ἑξεῖται· τάδε σοι θεὸς αὐδᾶ· | |
μίμνε δόμων ἐπὶ σῶν πάλι μηδ’ ἄλλοθι βαῖνε, | |
μή σοι θὴρ ὀλοὸς καὶ ἀλάστωρ ἐνγύθεν ἔλθη· | |
45 | οὐ γὰρ ὁρῶ τὴν πρᾶξιν ἀσφαλῆ οὐδὲ βέβαιον. |
LI.46 | δϛϛϛγ κε Μητρὸς θεῶν. |
τέσσαρα πείπτων εἷς, τρεῖς δ’ ἑξεῖται καὶ τρεῖος ὁ πέμπτος· | |
θάρσει· καιρὸν ἔχεις· πράξεις, ἃ θέλεις, καιροῦ τ’ ἐπιτεύξη̣ | |
εἰς ὁδὸν ὁρμηθῆναι· ἔχεις καιρόν τιν’ ὁ μόχθος· | |
50 | ἔργον τ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκην τε. |
LII.51 | ϛϛϛϛα κε Μηνὸς Φωσφόρου. |
τέσσαρες ἑξεῖται, πέμπτος χεῖος· τάδε φράζει· | |
ὡς ἄρνας κατέχουσι λύκοι κρατεροί τε λέοντες | |
βοῦς ἕλικας, πάντων τούτων καὶ σὺ κρατήσεις | |
55 | καὶ πάντ’ ἔσταί σοι, ὅσ’ ἐπερωτᾶς, σὺν Διὸς Ἑρμῆ. |
LIII.56 | ϛϛϛδδ κδ Διὸς Καταχθονίου. |
τρεῖς δ’ ὅταν ἑξεῖται, δύο τέσσαρα, χρησμὸς ὅδ’ αὐ̣[δᾶ]· | |
ἡ πρᾶξις κωλύματ’ ἔχει· μὴ σπεῦδε, ἀλλ’ ἀνάμεινον· | |
λυπηρά τις ὁδὸς καὶ ἀμήχανος οὐδὲ προσικτή· | |
60 | ὠνεῖσθαι χα̣λεπὸν καὶ πωλεῖν τι βλάβος ἔστα̣ι. |
LIV.61 | ϛϛϛϛγ κζ Ἀφροδείτης. |
τέσσαρα δ’ ἑξεῖται, μοῦνος τρία· σοὶ τάδε φράζει· | |
οὐρανόπαις Ἀφροδείτη, Ἐρώτων πότνι’ ἄνασσα, | |
πέμψει μαντείαν ἀγαθήν, δώσει δὲ ὁδόν σοι· | |
65 | ἐκφεύξη τε νόσου καὶ φροντίδος αἰνεσιθύμου. |
LV.66 | ϛϛϛϛδ κη Βλάβης. |
τέσσαρες ἑξεῖται καὶ τετ̣ρῶος· τάδε φράζει· | |
οὐκ ἔστιν πρᾶξαί τι· μάτην μὴ δὴ κενὰ μόχθει, | |
μή σοι σπεύδοντι βλάβος τι γένηται· | |
70 | οὔτε γὰρ εἰς ὁδὸν ὁρμᾶσθαι καλὸν οὔτ’ ἀγοράζειν. |
LVI.71 | ϛϛϛϛϛ%⁸⁰λ%⁸⁰ Ἑρμοῦ Τετραγώνου. |
εἰ δέ κεν ἑξεῖται πάντες πείπτωσιν ὁμοῖοι, | |
μὴ βαῖν’, ἣν μέλλεις· μ̣είνα̣ντί σοι ἔσται ἄμεινον· | |
ἐκθρὸν γάρ σοι ὁρῶ· μεῖνον· μετὰ ταῦτα δὲ ἔσται· | |
75 | τόν τε φόβον λύσει καὶ τὸν κάμνοντα δὲ σώσει· |