[ ]
Pisid. — Termessos (Güllük Dağı)
| A.1 | Τβημης Τροκονδου Θό(αντος) προ(βούλου) |
| Μολεους δὶς Ἰάσο̣[νος] | |
| ἀγορανο̣μήσ[ας ἀνέστη]- | |
| I.4 | σεν. ααα[αα ε Διὸς Ὀλυμπίου]. |
| 5 | [χ]ε̣ίους δ’ εἰ πείπτον[τας ὁρᾶς ἅμα πάντας ὁμοίως(?)], |
| Ζεὺς ἀ̣γα̣θὴν βουλὴν σῆ̣[σι φρεσίν, ὦ ξένε, δώσει]· | |
| δώσει δ’ εὐφροσύνην ἔργοι̣[ς, ἀνθ’ ὧν σὺ χαρήσει]· | |
| [ἀλλ]’ Ἀ̣φροδείτην εἱλά̣σκου καὶ̣ [Μαιάδος υἱόν]. | |
| II.9 | [αααα]γ ζ Ἀθηνᾶς Ἀ̣ρε̣[ίας]. |
| 10 | [τέσσαρε]ς ε̣ἰ χεῖοι κα̣ὶ τρεῖος εἶς πεί[πτωσιν], |
| [ἔχθρα]ν κα̣ὶ κα̣κότητα̣ φυγὼν ἥξεις π̣[οτ’ ἐς ἆθλα]· | |
| [ἥξεις κα]ὶ δώσει σοι θεὰ̣ γλα̣υκῶπις Ἀ̣θήν̣[η]· | |
| [βουλ]ὴ̣ δ’ ἔ̣σται σοι κα̣τα̣θύμιο[ς], ἣν ἐπιβά̣λλ̣[η]. | |
| III.14 | δα̣α̣α̣α η Μοιρῶν Ἀ̣δ̣[αμάσ(?)]τω[ν]. |
| 15 | [τέσσαρ]α̣ εἷς πείπτων κα̣ὶ χεῖοι τέσσα̣ρες ἑξῆ[ς]· |
| [πρ]ᾶ̣ξιν, ἣ̣ν πρά̣σσεις, μὴ πρᾶ̣σσε· οὐ γὰ̣ρ ἄ̣μειν[ον]· | |
| [ἀμφ]ὶ δ̣ὲ κά̣μνοντος χα̣λεπὸν καὶ ἀ̣μήχα̣νον ἔσ[ται]· | |
| εἰ δὲ ἀ̣ποδημήσεις χρόνον, οὐδὲν κα̣κὸν ἔστ[αι]. | |
| IV.19 | γγαα̣α̣ θ ’Α̣ετοῦ Διός. |
| 20 | [εἰ δέ κ]ε̣ πείπτωσιν [δύ]ο τρεῖοι, τρεῖς δ’ ἅ̣μα̣ χεῖοι̣, |
| α̣ἰετὸς ὑψιπετὴς ἐπὶ δεξιὰ̣ χειρὸς ὁδείταις | |
| δώσει μα̣ντεία̣ν ἀ̣γα̣θήν· σὺν Ζηνὶ μεγίστω | |
| τε̣ύξη, ἐφ’ ἣν ὁρμᾶ̣ς πρᾶ̣ξιν, μηθὲν δὲ φοβηθῆς. | |
| V.24 | [ϛα]α̣α̣[α] ι Δα̣ίμονος Μεγίστου. |
| 25 | ἑξείτ̣ης μοῦνος καὶ χεῖοι τέσσα̣ρες ἑξῆς· |
| δα̣ίμονι, ἥντιν’ ἔχεις, εὐχὴν ἀποδόντι σο̣ι ἔστα̣ι | |
| [β]έλτιον, εἰ μέλλεις πράσσειν, κα̣τὰ̣ νοῦν ἃ̣ μεριμνᾶ̣ς· | |
| Δημή̣τη̣ρ γά̣ρ̣ [σ]ο̣ι κα̣ὶ Ζεὺς σωτῆ̣ρες ἔσοντα̣ι. | |
| VI.29 | α̣α̣α̣δγ [ι] Τ̣ύχης Εὐδα̣ιμονιζούσης. |
| 30 | ε̣ἰ δέ κε τρεῖς μ̣ὲν χε̣ῖοι, εἷς τέσσα̣ρα̣, τρία̣ ὁ πέμπτος, |
| τὴν πρᾶ̣ξιν μὴ πρ̣ά̣ξ̣ης, ἣν βούλει νῦν ἀ̣νύειν σύ· | |
| [τόν] τ̣ε̣ ἐ̣ν νούσω ἐόντα θεοὶ κα̣τέχουσι σεα̣υτὸν | |
| τόν [τ]ε πόνον λύσουσι θεοὶ κα̣ὶ οὐθὲν κα̣κὸν ἔστα̣ι. | |
| VII.34 | γγγαα ια Νείκης. |
| 35 | εἰ δέ̣ κ̣ε̣ τρεῖς τρία̣ πείπτωσιν, χεῖοι δὲ δύο ἄ̣[λλ]οι, |
| κερ̣δήσεις, λήμψη δ’, ἃ̣ θέλεις, τὰ δὲ πά̣ντ’ ἐπιτεύ[ξη]· | |
| [τειμητό]ν̣ σ’ ἐτίθει δα̣ίμων ἐχθρῶν [τε] κρα̣τή̣σει[ς], | |
| [βουλὴ δ’ ἔσ]τε σοι κατα̣θύμιος, ἣν ἐπιβάλλη. | |
| VIII.39 | δ̣δα̣αα ια Νείκης Ἱλα̣ρᾶς |
| 40 | [εἰ δέ κ]ε πείπτωσιν δύο τέσσαρα̣, τ̣ρεῖς δ’ ἅ̣μα̣ χεῖο[ι], |
| [τὴν] πρᾶξιν πᾶ̣σα̣ν πρᾶσσε, ἔστ̣α̣ι γάρ ἄ̣μεινον̣· | |
| [τόν τ]ε ἐν̣ ν̣ούσω ἐόντα θ̣εοὶ σώζ̣ουσ’ ἀπὸ ταύτ[ης] | |
| [καὶ τὸν] ἐ̣ν ἄ̣λλω δήμω ἐόντα ἥξειν θεὸς αὐδ[ᾶ]. | |
| IX.44 | [δα]α̣γγ ιβ Ἀσκληπιοῦ. |
| 45 | [τέσσ]α̣ρα̣ δὲ εἷς πείπτων, χεῖοι δύο κα̣ὶ̣ δύο τρ̣[εῖοι]· |
| [πράξει μὲ]ν χειμὼν ἐνκείσετα̣ι χε̣ιμέ̣ριό[ς σοι]· | |
| [τῶ τ’ ἐν ν]ούσω ἐόντι πόνον λύσειν θεὸς α̣ὐδ[ᾶ] | |
| [τόν τ’] ἀ̣πόδημον ἐόντα θεοὶ σώσουσιν ἐς [οἴκους]. | |
| X.49 | [ααα]ϛγ ιβ Τύχης Κυβερνώσης. |
| 50 | [τ]ρεῖς χεῖοι καὶ ἑξείτης, πένπτος δὲ ὁ τρεῖος· |
| [μήπω] σπεῦδε μ̣ο̣λ̣ε̣ῖν· οὐκ ἔστι μ̣ο̣λ̣ό̣ν̣τ̣ι̣ [ἄμεινον]· | |
| [εἰ δ]ὲ κενοσπού̣δως χ̣ρ<ήσ>ει̣ς̣, σ̣α̣υτὸν μέγα βλά̣[ψεις]· | |
| [ἐπιμ]ε̣ί̣ν̣α̣ν̣τ̣ι δὲ καιρὸς̣ ἄ̣μ̣ε̣μ̣π̣τ̣ο̣ς̣ πᾶ̣ν τ’ ἐπιτ̣[εύξη]. | |
| XI.54 | [αα]α̣ϛδ ιγ ’Αφροδείτης |
| 55 | τρεῖς χεῖοι καὶ ἑξείτης καὶ τέσσα̣ρα πένπτος· |
| στέλλε, ὅπου χρήζεις· χα̣ίρων εἰς οἶκον ἀ̣[φίξη] | |
| εὑρὼν κα̣ὶ πράξας, ὅσσα̣ φρεσὶ σαῖσι μενοι[νᾶς]. | |
| Κύπρις γὰ̣ρ φιλέει σε, Διὸς θυγάτηρ φιλομειδή̣[ς]. | |
| XII.59 | α̣γγγγ ιγ Διὸς Κα̣ταιβα̣του̣. |
| 60 | [εἷς χεῖο]ς, τρεῖοι δὲ τέσσα̣ρες εἰ πείπτωσι̣ν̣, |
| [εἰς] π̣ρ̣ᾶ̣ξ̣ιν̣ πᾶ̣σαν ἀ̣γα̣θὸς κ̣α̣ὶ ἑτοῖμος ἐπ’ ἔργον̣· | |
| [τόν] τ̣’ ἐ̣ν νούσω ἐόντα̣ θεοὶ σώζουσιν ἑτοίμως | |
| [καὶ π]ερὶ τῶν ἄλλων μαντειῶν ἐστι καλῶς σ̣[οι]. | |
| C.XXVIII.1 | αδ̣δδδ ιζ Νεμέσεως. |
| εἰ δέ κεν̣ εἷς ἦ χεῖος, ἐφεξῆς τέσσαρα πάντες, | |
| [ν]ῦ̣ν̣ σοι πά̣ντα̣ τελεῖ δαίμων κα̣ὶ εἰς ὀρθ[ὸν ὁδ]η̣γεῖ· | |
| [πράξ]εις πά̣[ν]τ̣α̣ κ̣α̣τὰ̣ νοῦν, μηκέτι τρῦχε σεαυτόν· | |
| 5 | [ἐντεύξη σύ τ]ε ἀμέμπτως, ὧν ἐπιθυμεῖς. |
| XXIX.6 | [ϛϛααδ ιη] ’Αδραστείας. |
| [εἰ δὲ δύ’ ἑξεῖται], χεῖοι δυο, τρεῖος ὁ πέμπτος, | |
| [τὴν πρᾶξιν πρᾶ]σ̣σε· πρά̣ξε̣[ι γὰ]ρ ἐπέσται ὁ Καιρός· | |
| [ἐν γενέσει χα]λ̣επὸν κα[ὶ ὁ κ]ι̣νδυνος παράκειται· | |
| 10 | [καὶ περὶ τῶν ἄλ]λων μαντ̣ε̣ιῶν ἐστι καλῶς σοι. |
| XXX.11 | [αϛδδγ ι]η Διὸς Κεραυνίου. |
| [χεῖος καὶ ἑξε]ίτης, δύο τέ̣[σ]σαρα καὶ τρεῖος ὁ πέμπτος· | |
| [οὐκ ἔστιν πρ]ά̣σσον̣[τι κατὰ γ]νώμην, ἃ μεριμνᾶ̣ς· | |
| [οὔτε γὰρ ἐν ἄλλω δήμω ἰέναι] σύμφορ̣όν ἐ̣στιν | |
| 15 | [οὔτ’ ὠνούμενος αἰσθήση, ἧ ὀνή]σ̣ι̣μον ἔσται. |
| XXXI.16 | [δδδγγ ιη Δαίμονος Ἱ]κεσίου |
| [τέσσαρα δὲ ἢν τρεῖς ὧ]σ̣ι, δύο τρεῖοι, τά̣δε φράζει· | |
| [οὔ σοι ὁρῶ βουλὴν τήνδε] ἀσφαλῆ, ἀλλ’ ἀ̣νά̣μεινον· | |
| [εὖ πράξεις, ἔσται δὲ] τ̣ύχη̣ μετὰ ταῦτα· τὸ νῦν δὲ | |
| 20 | [ἥσυχος ἧσο, θεοῖς] πείθου κα̣ὶ ἐ̣φ’ ἐλπίδος ἴσθι. |
| XXXII.21 | [ϛγγγγ] ι̣η̣ Ἀγαθοῦ Χρόνου. |
| [ξείτη τέ]σ̣σα̣ρες ὄντες ὁμοῦ τρεῖοι· χρησμὸς ὅδ’ α̣ὐδ[ᾶ]· | |
| [μὴ σπεύ]σης, δαίμων γὰρ ἀνθίσταται, ἀλλ’ ἀνάμεινον | |
| [μηδ’ ὥ]ς τίς τε λέων τυφλὴ̣ν ἐκύησε λοχείην· | |
| 25 | [ἥσυ]χ̣α βουλεύου καί σοι χαρίεντα τελεῖται. |
| XXXIII.26 | ϛϛαγγ ιθ Ἐλπίδος Ἀ̣γαθῆς. |
| ἑξεῖτα̣ι δύο κα̣ὶ χεῖος καὶ δύο τρεῖοι· τάδε φράζει· | |
| εὔοδά̣ σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾶς· | |
| μηδὲ φοβοῦ· δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντας· | |
| 30 | παύσει γὰρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν. |
| XXXIV.31 | δδδϛα ιθ Διὸς Κτησίου. |
| τ̣έσσαρα τρεῖς, μοῦνος δ’ ἑξείτης, χεῖος δὲ ὁ πέμπτος· | |
| θα̣ρσῶν ἐνχείρει καὶ ἐφ’ ἐλπίδος ἐστὶν ὁ χρησμός, | |
| ὦ ξένε· μα̣νύει καὶ τὸν νοσέοντα σεσῶσθαι· | |
| 35 | εἰ δέ τι μαντεύη̣ χρέος, ὃ χρήζεις, ἀπολήμψη. |
| XXXV.36 | γδδδδ ιθ Ἑρμοῦ Κερδεμπόρου. |
| εἰ δέ κεν εἷς πείπτῃ τρεῖος καὶ τέσσαρα ἄλλοι, | |
| Ζεὺς ἀγαθὴν βουλὴν σαῖσι φρεσίν, ὦ ξένε, δώσει· | |
| ὧν ἕνεκ’ ἔστα̣ι πά̣ντα̣ κα̣λῶς, ἐπιτεύξη, ἃ βούλει, | |
| 40 | ε̣ὑρήσεις δ’, ὅσα μαντεύη, καὶ οὐθέν σοι κακὸν ἔσται. |
| XXXVI.41 | γγγϛδ ιθ Νείκης. |
| τ̣ρεῖς τρία, μοῦνος δ’ ἑξείτης καὶ τέσσαρα ὁ πέμπτος· | |
| μαντείαν ἀγαθὴν ἔπι εἶ, ξένε· τὴν δὲ νοήσας | |
| πρά̣ξεις, ὅσσα θέλεις, καὶ συνλήμπτωρ θεὸς ἔστα̣ι· | |
| 45 | νεικήσεις, καρποὺς λήμψη καὶ πάντ’ ἐπιτεύξη. |
| XXXVII.46 | δδδδδ κ Μοιρῶν Ἀδυσωπή̣των. |
| ε̣ἰ̣ δέ κε τέσσαρα πάντες ὁμοῦ πείπτωσιν ὁμοῖοι, | |
| [ἠέ]λιός τε δέδυκ̣εν, ἐφέστη̣κεν δολόμητις, | |
| [πά]ντα̣ δ̣’ ἀμ̣αυροῦται· παῦσα̣ι, περὶ ὧν μ’ ἐπερωτᾶς· | |
| 50 | [ο]ὔτε γὰ̣ρ ὠνεῖσθα̣ί τί σοι λώϊον οὔτ’ ἀποδόσθαι. |
| XXXVIII.51 | δγϛϛα̣ κ Νεμ̣έσεως. |
| τέσσα̣ρα̣ κα̣ὶ τρεῖος, δύο δ’ ἑξεῖτα̣ι καὶ χεῖος ὁ πέμπτος· | |
| μ̣ὴ πρᾶξιν ταύτην, ξένε, πράξης· οὐκ ἔστι σοι ἐσθλή· | |
| τ̣όν τ’ ἐν νούσω ἐόντα ἀρήξειν θεὸς αὐδᾶ· | |
| 55 | ε̣ἰ δὲ φόβος τις ἔπεστιν, οὐκ ἔσται σοι κακὸν οὐθέν. |
| XXXIX.56 | ϛγγδδ κ Διοσκόρων Κηδεμόνων. |
| μοῦνος δ’ ἑξείτης, τρεῖοι δύο, τέσσαρα̣ δ’ οἱ ἄλλοι· | |
| οὐκ ἔστιν σπεύδοντα̣ τυχεῖν, ὅσα καιρὸς ἀνώγει· | |
| κέρδος ἔχεις, πάντη δ’ ἐστὶν φόβος ἐκ κακότητος· | |
| 60 | δύσμορος ἡ πρᾶ̣ξις, μοχθηρὰ δὲ πάντα· φύλαξα̣ι. |
| XL.60a | {²deest.}² |
| XLI.61 | ϛϛδδα κα Δήμητρος. |
| Δισσοὶ δ’ ἑξεῖται, δύο τέσσαρα, πέμπτος ὁ χεῖος· | |
| εὔοδά̣ σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾶς· | |
| μηδὲ φοβοῦ· δαίμων γὰ̣ρ ὁδηγήσει πρὸς ἅπαντας· | |
| 65 | πα̣ύσει γὰ̣ρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν. |
| D.XLII.1 | δδδϛγ κα Ἡλίου Φωσφ̣όρου. |
| τέσσαρα τρεῖς, μοῦνος δ’ ἑξείτης καὶ τρεῖος ὁ πέμπτο̣[ς]· | |
| ὅσσα θέ̣λεις, πράξεις, εὑρήσεις, ὅσσα̣ μεριμνᾶ̣ς· | |
| ἐνχείρει̣, ξένε, θαρσήσα̣ς· πάντ’ ἐστὶν ἑτοῖμα̣· | |
| 5 | τἀφανές ε̣ὑρήσεις, σωτήριον ἦμα̣ρ̣ ἀ̣π̣α̣ντᾶ̣ς. |
| XLIII.6 | γγγϛϛ κ̣α Τύχης εἰς καλὰ προβιβαζούσης. |
| τρεῖς τρία πείπτοντες, δύο δ’ ἑξεῖτα̣ι· τάδε φράζει· | |
| εἰσὶ καλαὶ πρά̣ξ̣ε̣ι̣ς̣, σπεύδειν δέ σε χρησμὸς ὅδ’ αὐδᾶ· | |
| ἐκφεύξη γὰ̣ρ̣ νούσου χαλεπῆς πά̣ντων τε κρατήσεις | |
| 10 | καὶ τὸν ἀλώμενον ἐν ξενίη χώρη ἥξειν θεὸς αὐδᾶ. |
| XLIV.11 | α̣ϛϛϛγ κβ Μοιρῶν. |
| εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται, πέμπτος τρία πείπτων· | |
| εἰς στόμα μὴ δῶς χεῖρα λύκω, μή σοί τι γένηται· | |
| δυσχερές ἐστιν πρᾶγμα, περὶ οὗ πεύθη, καὶ ἄπιστον· | |
| 15 | ἀλλ’ ἡσύχιος μένε, φήσας ὁδοῦ καὶ ἀ̣γορασμοῦ. |
| XLV.16 | δδδδϛ κβ Ποσειδῶνος. |
| τέσσαρα δ’ εἰ πείπτωσιν πά̣ντες, εἷς δ’ ἑξείτης, τάδε φρά̣ζει· | |
| εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γράψαι, | |
| ἀμφότερος μόχθος τε κενὸς κα̣ὶ πρᾶ̣ξις ἄπρακτος· | |
| 20 | μηδὲ βιάζου θνητὸς ἐὼν θεόν, ὅς σέ τι βλά̣ψει· |
| XLVI.21 | δγγϛϛ κβ Ἄρεως Θουρίου. |
| τέσσαρα καὶ δύο τρεῖοι, δύο δ’ ἑξεῖται· τά̣δε φράζει· | |
| μὴ βαῖν’, ἣν μέλλεις, ξένε· τήνδε γὰ̣ρ οὐδείς· | |
| αἴθων ἐσχωρήσι λέων μέγα̣ς, ὃν πεφύλαξο, | |
| 25 | δεινός· ἄπρακτος χρησμός, ἐπ’ ἠσυχίης ἀνά̣μεινον. |
| XLVII.26 | αϛϛϛδ κγ ’Αθηνᾶς. |
| εἷς χεῖος, τρεῖς δ’ ἑξεῖται καὶ τέσσαρα ὁ πέμπτος· | |
| Παλλάδ’ Ἀθηναίην τείμα καὶ πά̣ντα̣ σοι ἔσται, | |
| ὅσσα θέλεις, καί σοι τὰ̣ δεδογμένα πάντα τελεῖτ[αι]· | |
| 30 | λύσει δὲ ἐκ δεσμῶν καὶ τὸν νοσέοντα̣ δὲ σώσει. |
| XLVIII.31 | ϛϛδδγ κγ Εὐφροσύνης. |
| εἰ δὲ δύ’ ἑξεῖται, δύο τέσσαρα, τρεῖος ὁ πέμπτος, | |
| στέλλε, ὅπου σοι θυμός, πάλι γὰρ δόμον ἥξεις | |
| εὑρὼν καὶ πράξας κατὰ νοῦν πάντων τε κρατήσεις· | |
| 35 | εὐφροσύνην ὠνεῖσθαι πωλεῖν τε καὶ οὕτως. |
| XLIX.36 | ϛϛϛγγ κδ Ἀπόλλωνος Πυθίου. |
| ἑξεῖται τρεῖς πείπ̣[το]ντες, δύο δὲ τρεῖοι· τάδε φρά̣ζει· | |
| μίμνειν· μὴ πρά̣[ξ]η̣ς, Φοίβου χρησμοῖσι δὲ πείθου· | |
| ἐν χρόνω καιρὸν τήρει, νῦν δ’ ἥσυχος ἴσθι· | |
| 40 | μεικρὸν ἐπισχὼν τελέσεις πάνθ’, ὅσσα μεριμνᾶς. |
| L.41 | δδδ̣ϛϛ κδ Κρόνου Τεκνοφάγου. |
| τέσσαρα τρεῖς, δύο δ’ ἑξεῖται· τάδε σοι θεὸς αὐδᾶ· | |
| μίμνε δόμων ἐπὶ σῶν πάλι μηδ’ ἄλλοθι βαῖνε, | |
| μή σοι θὴρ ὀλοὸς καὶ ἀλάστωρ ἐνγύθεν ἔλθη· | |
| 45 | οὐ γὰρ ὁρῶ τὴν πρᾶξιν ἀσφαλῆ οὐδὲ βέβαιον. |
| LI.46 | δϛϛϛγ κε Μητρὸς θεῶν. |
| τέσσαρα πείπτων εἷς, τρεῖς δ’ ἑξεῖται καὶ τρεῖος ὁ πέμπτος· | |
| θάρσει· καιρὸν ἔχεις· πράξεις, ἃ θέλεις, καιροῦ τ’ ἐπιτεύξη̣ | |
| εἰς ὁδὸν ὁρμηθῆναι· ἔχεις καιρόν τιν’ ὁ μόχθος· | |
| 50 | ἔργον τ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δίκην τε. |
| LII.51 | ϛϛϛϛα κε Μηνὸς Φωσφόρου. |
| τέσσαρες ἑξεῖται, πέμπτος χεῖος· τάδε φράζει· | |
| ὡς ἄρνας κατέχουσι λύκοι κρατεροί τε λέοντες | |
| βοῦς ἕλικας, πάντων τούτων καὶ σὺ κρατήσεις | |
| 55 | καὶ πάντ’ ἔσταί σοι, ὅσ’ ἐπερωτᾶς, σὺν Διὸς Ἑρμῆ. |
| LIII.56 | ϛϛϛδδ κδ Διὸς Καταχθονίου. |
| τρεῖς δ’ ὅταν ἑξεῖται, δύο τέσσαρα, χρησμὸς ὅδ’ αὐ̣[δᾶ]· | |
| ἡ πρᾶξις κωλύματ’ ἔχει· μὴ σπεῦδε, ἀλλ’ ἀνάμεινον· | |
| λυπηρά τις ὁδὸς καὶ ἀμήχανος οὐδὲ προσικτή· | |
| 60 | ὠνεῖσθαι χα̣λεπὸν καὶ πωλεῖν τι βλάβος ἔστα̣ι. |
| LIV.61 | ϛϛϛϛγ κζ Ἀφροδείτης. |
| τέσσαρα δ’ ἑξεῖται, μοῦνος τρία· σοὶ τάδε φράζει· | |
| οὐρανόπαις Ἀφροδείτη, Ἐρώτων πότνι’ ἄνασσα, | |
| πέμψει μαντείαν ἀγαθήν, δώσει δὲ ὁδόν σοι· | |
| 65 | ἐκφεύξη τε νόσου καὶ φροντίδος αἰνεσιθύμου. |
| LV.66 | ϛϛϛϛδ κη Βλάβης. |
| τέσσαρες ἑξεῖται καὶ τετ̣ρῶος· τάδε φράζει· | |
| οὐκ ἔστιν πρᾶξαί τι· μάτην μὴ δὴ κενὰ μόχθει, | |
| μή σοι σπεύδοντι βλάβος τι γένηται· | |
| 70 | οὔτε γὰρ εἰς ὁδὸν ὁρμᾶσθαι καλὸν οὔτ’ ἀγοράζειν. |
| LVI.71 | ϛϛϛϛϛ%⁸⁰λ%⁸⁰ Ἑρμοῦ Τετραγώνου. |
| εἰ δέ κεν ἑξεῖται πάντες πείπτωσιν ὁμοῖοι, | |
| μὴ βαῖν’, ἣν μέλλεις· μ̣είνα̣ντί σοι ἔσται ἄμεινον· | |
| ἐκθρὸν γάρ σοι ὁρῶ· μεῖνον· μετὰ ταῦτα δὲ ἔσται· | |
| 75 | τόν τε φόβον λύσει καὶ τὸν κάμνοντα δὲ σώσει· |