[ ] Pisid. — Termessos (Güllük Dağı)
[— — — — — — — — — — — — — — — — — — ἑ]-
1 αυτὸν βίωι τὴν ἐκεί̣[νων] εἰς τὰ ἡμέτερα
πράγματα σπουδὴν καὶ φιλοτειμίαν
ὑπερέθετο καὶ κατ’ ἰδίαν ἑκάστωι τῶν
συντετευχότων αὐτῶι ἡμετέρων χρησι-
5 μώτατον ἑαυτὸν παρεσχημένος, ἐξ ὧν αὐτῶι
συνφώνως ἐμαρτυρήθη ὑπὸ πάντων
ἐπὶ τῆς βουλῆς, καὶ κοινῆι τοῖς δημοσίοις
πράγμασιν εὐνούστατον παρεσχημένος, καὶ τὰ νῦν
φιλοτειμίας πολειτικῆς καὶ πολέμου χαλεπωτάτου
10 περιέχοντος τὴν πόλιν ἡμῶν ἐπιγνοὺς τὴν καθ’ ἡμᾶς
περίστασιν ἴδ̣ιον ἐλά̣σωμ̣α διαλαβὼν εἶναι τὸν πάντα
χρόνον προσεκαρτέρησεν καὶ συνὼν ἡμεῖν καὶ πρὸς τὰ
ἄριστα προτρεπόμενος καὶ συμβουλεύων σωτηρίως
καὶ κακοῦ ἔχθραν οὐδεμίαν ἐκκλείνων αἰτιώτατος τῆς
15 KAQ' H(MA=S EI)RH/NHS KAI\ O(MONOI/AS E)GE/NETO, A)NANKAI=ON DE/ E)S-
τιν καὶ καλῶς ἔχον καὶ τὸν δῆμον ἡμῶν εὐχάριστον
ὄντα τὰς ἀξίας ἀποδοῦναι τῶ ἀνδρὶ τειμάς, δεδόχθαι
τῶ δήμω τῶ Σαγαλασσαίων ἐπαινῆσθαί τε τὸν Μανησαν
ἐπί τε τῆ ἀρετῆ καὶ κατὰ πάντα μεγαλοφροσύνη τῆ πρὸς τὰ
20 ἡμέτερα πράγματα καὶ δεδόσθαι αὐτῶ τε καὶ τοῖς ἐκγόνοις
πολειτείαν καὶ μετουσίαν πάντων τῶν φιλανθρώπων,
ὧν καὶ οἱ λοιποὶ πολεῖται μετέχουσιν, καὶ τετειμῆσθαι
εἰκόνι χρυσῆ καὶ χρυσῶ στεφάνω· ἵνα δὲ καὶ Τερμησσεῖς,
ὄντες ἡμῶν συνγενεῖς καὶ εὐνούστατοι, ἐπιγνῶσιν
25 τὰς συνκεχωρημένας τῶ Μανησα τειμάς, τοὺς προβούλους
σφραγισαμένους τοῦδε τοῦ ψηφίσματσς τὸ ἀντίγραφον
τῆ δημοσία σφραγεῖδι δοῦναι αὐτῶ κομίσαι πρὸς αὐτούς.
Search Help
Contact Us