[ ]
Pisid. — Termessos (Güllük Dağı)
[— — — — — — — — — — — — — — — — — — ἑ]- | |
1 | αυτὸν βίωι τὴν ἐκεί̣[νων] εἰς τὰ ἡμέτερα |
πράγματα σπουδὴν καὶ φιλοτειμίαν | |
ὑπερέθετο καὶ κατ’ ἰδίαν ἑκάστωι τῶν | |
συντετευχότων αὐτῶι ἡμετέρων χρησι- | |
5 | μώτατον ἑαυτὸν παρεσχημένος, ἐξ ὧν αὐτῶι |
συνφώνως ἐμαρτυρήθη ὑπὸ πάντων | |
ἐπὶ τῆς βουλῆς, καὶ κοινῆι τοῖς δημοσίοις | |
πράγμασιν εὐνούστατον παρεσχημένος, καὶ τὰ νῦν | |
φιλοτειμίας πολειτικῆς καὶ πολέμου χαλεπωτάτου | |
10 | περιέχοντος τὴν πόλιν ἡμῶν ἐπιγνοὺς τὴν καθ’ ἡμᾶς |
περίστασιν ἴδ̣ιον ἐλά̣σωμ̣α διαλαβὼν εἶναι τὸν πάντα | |
χρόνον προσεκαρτέρησεν καὶ συνὼν ἡμεῖν καὶ πρὸς τὰ | |
ἄριστα προτρεπόμενος καὶ συμβουλεύων σωτηρίως | |
καὶ κακοῦ ἔχθραν οὐδεμίαν ἐκκλείνων αἰτιώτατος τῆς | |
15 | καθ’ ἡμᾶς εἰρήνης καὶ ὁμονοίας ἐγένετο, ἀνανκαῖον δέ ἐσ- |
τιν καὶ καλῶς ἔχον καὶ τὸν δῆμον ἡμῶν εὐχάριστον | |
ὄντα τὰς ἀξίας ἀποδοῦναι τῶ ἀνδρὶ τειμάς, δεδόχθαι | |
τῶ δήμω τῶ Σαγαλασσαίων ἐπαινῆσθαί τε τὸν Μανησαν | |
ἐπί τε τῆ ἀρετῆ καὶ κατὰ πάντα μεγαλοφροσύνη τῆ πρὸς τὰ | |
20 | ἡμέτερα πράγματα καὶ δεδόσθαι αὐτῶ τε καὶ τοῖς ἐκγόνοις |
πολειτείαν καὶ μετουσίαν πάντων τῶν φιλανθρώπων, | |
ὧν καὶ οἱ λοιποὶ πολεῖται μετέχουσιν, καὶ τετειμῆσθαι | |
εἰκόνι χρυσῆ καὶ χρυσῶ στεφάνω· ἵνα δὲ καὶ Τερμησσεῖς, | |
ὄντες ἡμῶν συνγενεῖς καὶ εὐνούστατοι, ἐπιγνῶσιν | |
25 | τὰς συνκεχωρημένας τῶ Μανησα τειμάς, τοὺς προβούλους |
σφραγισαμένους τοῦδε τοῦ ψηφίσματσς τὸ ἀντίγραφον | |
τῆ δημοσία σφραγεῖδι δοῦναι αὐτῶ κομίσαι πρὸς αὐτούς. |