[ ]
Pisid. — Termessos (Güllük Dağı)
| [— — — — — — — — — — — — — — — — — — ἑ]- | |
| 1 | αυτὸν βίωι τὴν ἐκεί̣[νων] εἰς τὰ ἡμέτερα |
| πράγματα σπουδὴν καὶ φιλοτειμίαν | |
| ὑπερέθετο καὶ κατ’ ἰδίαν ἑκάστωι τῶν | |
| συντετευχότων αὐτῶι ἡμετέρων χρησι- | |
| 5 | μώτατον ἑαυτὸν παρεσχημένος, ἐξ ὧν αὐτῶι |
| συνφώνως ἐμαρτυρήθη ὑπὸ πάντων | |
| ἐπὶ τῆς βουλῆς, καὶ κοινῆι τοῖς δημοσίοις | |
| πράγμασιν εὐνούστατον παρεσχημένος, καὶ τὰ νῦν | |
| φιλοτειμίας πολειτικῆς καὶ πολέμου χαλεπωτάτου | |
| 10 | περιέχοντος τὴν πόλιν ἡμῶν ἐπιγνοὺς τὴν καθ’ ἡμᾶς |
| περίστασιν ἴδ̣ιον ἐλά̣σωμ̣α διαλαβὼν εἶναι τὸν πάντα | |
| χρόνον προσεκαρτέρησεν καὶ συνὼν ἡμεῖν καὶ πρὸς τὰ | |
| ἄριστα προτρεπόμενος καὶ συμβουλεύων σωτηρίως | |
| καὶ κακοῦ ἔχθραν οὐδεμίαν ἐκκλείνων αἰτιώτατος τῆς | |
| 15 | καθ’ ἡμᾶς εἰρήνης καὶ ὁμονοίας ἐγένετο, ἀνανκαῖον δέ ἐσ- |
| τιν καὶ καλῶς ἔχον καὶ τὸν δῆμον ἡμῶν εὐχάριστον | |
| ὄντα τὰς ἀξίας ἀποδοῦναι τῶ ἀνδρὶ τειμάς, δεδόχθαι | |
| τῶ δήμω τῶ Σαγαλασσαίων ἐπαινῆσθαί τε τὸν Μανησαν | |
| ἐπί τε τῆ ἀρετῆ καὶ κατὰ πάντα μεγαλοφροσύνη τῆ πρὸς τὰ | |
| 20 | ἡμέτερα πράγματα καὶ δεδόσθαι αὐτῶ τε καὶ τοῖς ἐκγόνοις |
| πολειτείαν καὶ μετουσίαν πάντων τῶν φιλανθρώπων, | |
| ὧν καὶ οἱ λοιποὶ πολεῖται μετέχουσιν, καὶ τετειμῆσθαι | |
| εἰκόνι χρυσῆ καὶ χρυσῶ στεφάνω· ἵνα δὲ καὶ Τερμησσεῖς, | |
| ὄντες ἡμῶν συνγενεῖς καὶ εὐνούστατοι, ἐπιγνῶσιν | |
| 25 | τὰς συνκεχωρημένας τῶ Μανησα τειμάς, τοὺς προβούλους |
| σφραγισαμένους τοῦδε τοῦ ψηφίσματσς τὸ ἀντίγραφον | |
| τῆ δημοσία σφραγεῖδι δοῦναι αὐτῶ κομίσαι πρὸς αὐτούς. |