[ ] Pisid. — Termessos (Güllük Dağı) — 2nd c. AD
1 τε τῆ πόλει καὶ τῆ ἡμετέρα̣ περιχώρω οὐ μόνον ἐν τῶ ἰδίω ἔτει, ἀλλὰ
καὶ τοῦ μέλλοντος φροντίσας, προστὰς δὲ καὶ τῶν δημοσίων προσό-
δων καὶ ψήφων ὑγιῶς καὶ ἁγνῶς ἐποίησεν ἀνεισφορίαν πάντων τοῖς τε
τὴν πόλιν καὶ τὴν χώραν κατοικοῦσιν ἅπασιν καὶ πρῶτος ἐξ αἰῶνος ἤρξατο
5 σωτηριωδεστάτου καὶ μεγίστου ὑποδείγματος, ἁρμόζει δὲ τοιού-
τους ἄνδρας εἰς προτροπὴν καὶ τῶν ἄλλων γεραίρειν ταῖς ἀξίαις καὶ ἐπιφανεσ-
           τάταις τειμαῖς {²cetera desunt}²
Search Help
Contact Us