[ ]
Pisid. — Termessos (Güllük Dağı) — 2nd c. AD
1 | μηνὸς Σ̣ω̣τηρίου δεκάτη γʹ ἐν τῆ ἐν- |
νόμω ἐκλησία ἔδοξε τῶι δήμωι προ- | |
βούλων γνώμηι· ἐπεὶ Ἀταλά̣ντη, Π̣[ι]- | |
ατηραβιος Πιλλακοου Κιννουνιος θυ̣- | |
5 | γάτηρ, χήρα, εὐγενεία καὶ σωφ̣ροσύνη κε- |
κοσμημένη καὶ πᾶσαν γυναικείαν ἀρε- | |
τὴν ἀποδεικνυμένη, ἀκόλουθα πονοῦ- | |
σα τοῖς προγόνοις αὐτῆς πολλάκις τὴν | |
πόλιν πεφιλοτειμημένοις ἔν τε ἀναλώ- | |
10 | μασιν ἐπισημοτάτοις καὶ ἐν προχρήσεσιν |
ἀργυρίων καὶ ἐπιδόσεσιν καὶ δωρεαῖς καὶ ἱε- | |
ρωσύναις, ἐπηνγείλατο σειτοδ̣είας πολ- | |
λῆς οὔσης εὐθηνίαν παρασσχέσθαι τῶ | |
πλήθε̣ι πληροῦσά τε τὴν φιλοτειμίαν δ[α]- | |
15 | ψιλῆ ταύτην παρέχεται ἀπὸ μηνὸς Ἰδ̣α̣- |
λιανίου τοῦ ἐπ’ ἔτους· δεδόχθαι τετει- | |
μῆσθαι αὐτὴν ὑπὸ τοῦ δήμου εἰκόνι | |
χαλκῆ καὶ χρυσῶ στεφάνω ἀνατεθῆναί | |
τε τὴν εἰκόνα ἐν ἐπισήμω τῆς πόλεως | |
20 | τόπω πρὸς τῆ Ἀττάλου στοᾶ κατὰ τὸν |
τῆς μεσημβρινῆς εὐθείας τοῖχον ὁδοῦ̣, | |
ἐφ’ οὗ καὶ ἆθλα ἀνάκειται τῶν νεικησάν- | |
των παίδων ἐν γυμνικῶ ἀγῶνι, ὃν ἔθη̣- | |
κεν παιδονομῶν Ἑρμαῖος Οπλονος, | |
25 | συνκεχωρῆσθαι δὲ καὶ τοῖς τεχνεί- |
ταις ἐν τῶ αὐτῶ τόπω ἀναστῆσαι ὃν πε- | |
φιλοτείμηνται ἀνδριάντα τῆς Ἀταλάν- | |
της, καθὼς ἠτήσαντο, ἐπιγραφῆναί τε̣ | |
τῶ μὲν τοῦ δήμου ἀνδριάντι τόδε τὸ | |
30 | ψήφισμα, τῶ δὲ τῶν τεχνειτῶν, ἣν ἂν |
αὐτοὶ θελήσωσιν ἐπιγραφήν. |