[ ] Pisid. — Termessos (Güllük Dağı) — 2nd c. AD
1 μηνὸς Σ̣ω̣τηρίου δεκάτη γʹ ἐν τῆ ἐν-
νόμω ἐκλησία ἔδοξε τῶι δήμωι προ-
βούλων γνώμηι· ἐπεὶ Ἀταλά̣ντη, Π̣[ι]-
ατηραβιος Πιλλακοου Κιννουνιος θυ̣-
5 γάτηρ, χήρα, εὐγενεία καὶ σωφ̣ροσύνη κε-
κοσμημένη καὶ πᾶσαν γυναικείαν ἀρε-
τὴν ἀποδεικνυμένη, ἀκόλουθα πονοῦ-
σα τοῖς προγόνοις αὐτῆς πολλάκις τὴν
πόλιν πεφιλοτειμημένοις ἔν τε ἀναλώ-
10 μασιν ἐπισημοτάτοις καὶ ἐν προχρήσεσιν
ἀργυρίων καὶ ἐπιδόσεσιν καὶ δωρεαῖς καὶ ἱε-
ρωσύναις, ἐπηνγείλατο σειτοδ̣είας πολ-
λῆς οὔσης εὐθηνίαν παρασσχέσθαι τῶ
πλήθε̣ι πληροῦσά τε τὴν φιλοτειμίαν δ]-
15 ψιλῆ ταύτην παρέχεται ἀπὸ μηνὸς Ἰδ̣α̣-
λιανίου τοῦ ἐπ’ ἔτους· δεδόχθαι τετει-
μῆσθαι αὐτὴν ὑπὸ τοῦ δήμου εἰκόνι
χαλκῆ καὶ χρυσῶ στεφάνω ἀνατεθῆναί
τε τὴν εἰκόνα ἐν ἐπισήμω τῆς πόλεως
20 τόπω πρὸς τῆ Ἀττάλου στοᾶ κατὰ τὸν
τῆς μεσημβρινῆς εὐθείας τοῖχον ὁδοῦ̣,
ἐφ’ οὗ καὶ ἆθλα ἀνάκειται τῶν νεικησάν-
των παίδων ἐν γυμνικῶ ἀγῶνι, ὃν ἔθη̣-
κεν παιδονομῶν Ἑρμαῖος Οπλονος,
25 συνκεχωρῆσθαι δὲ καὶ τοῖς τεχνεί-
ταις ἐν τῶ αὐτῶ τόπω ἀναστῆσαι ὃν πε-
φιλοτείμηνται ἀνδριάντα τῆς Ἀταλάν-
της, καθὼς ἠτήσαντο, ἐπιγραφῆναί τε̣
τῶ μὲν τοῦ δήμου ἀνδριάντι τόδε τὸ
30 ψήφισμα, τῶ δὲ τῶν τεχνειτῶν, ἣν ἂν
αὐτοὶ θελήσωσιν ἐπιγραφήν.
Search Help
Contact Us