[ ]
Pisid. — Termessos (Güllük Dağı) — 200-102 BC
1 | [— — — — — — — — — — — ἀμ]φοτέραις. τάδε συνέθεντο [ὁ] |
[δῆμος ὁ Ἀδαδέων καὶ ὁ δῆμος] ὁ Τερμησσέων τῶν μειζόνων <δ>[ιὰ] | |
[— — — — — — — — — — — — — —]α̣μοου Τερκανδου, Ἀρτειμας Ἀπο[λ]- | |
[λ— — — — — — — — — — — — — —] <π>ρε̣σβευτῶν, τῶν δὲ αὐτῶν κ̣[αὶ ὀ]- | |
5 | [μοσάντων ὑπὲρ Τερμησσέω]ν· ἐπὶ τοῖσδε ἀνανεώσαντο [τὴν] |
[συμμαχίαν Τερμησσέων τ]ῶν μειζόνων ὁ δῆμος καὶ Ἀ̣δ̣α̣δ̣έ[ων] | |
[ὁ δῆμος· θῦσαι τῶι Διὶ καὶ τ]οῖς ἄλλοις θεοῖς τοῖς συνγεν[είοις] | |
[θυσίαν, ὅπως ἂν συνενένκ]<η>ι αὐτοῖς ἡ <φι>λία{ι} καὶ ἡ συμμαχία καὶ δ̣[ια]- | |
[μένηι ἄδολος καὶ βεβαί(?)]α εἰς τὸν ἀεὶ χρόνον, μετὰ πάσης αὐτ<ο>- | |
10 | [νομίας καὶ ἐλευθερίας φ]υλασσόντ<ω>ν Τερμησσέων τε καὶ Ἀ̣δ̣α̣- |
[δέων τὴν πρὸς ἀλλήλους] συμμαχίαν καὶ εὔνοιαν· ἐὰν δέ τις ἐ[πὶ] | |
[πολέμωι ἴηι ἐπὶ πό]λ̣ιν ἢ χώραν τὴν Τερμησσέων ἢ τῶν <προ>σ- | |
[ηκόντων αὐτοῖς ἢ ἐπ]ὶ τὴν τῶν <’Αδ>α̣δ̣έων πόλιν ἢ τὴν χώραν ἢ τ<ῶ>[ν αὐ]- | |
[τοῖς προσηκόντω]ν ἢ καταλύη τοὺς νόμους ἢ τὰς προσ<όδ>ο[υς] | |
15 | [ἢ τὴν καθεστῶσαν] δημοκρατείαν ἐν ἑκατέραις τῶν πόλεων, |
[βοηθούντων ἀλ]λή<λο>ις κατὰ δύναμιν τὴν ἑαυτῶν ἑκ[άτ]ε[ρ]ο[ι] | |
[παντὶ σθένει ἐ]κ τῆς ἑαυτῶν χώρας ἅμα τῶι προσανγ[έλ]- | |
[ματι ἀδόλως καὶ] ἀπροφασίστως, πέμποντες συμμαχίαν | |
[τοῖς ἐπικαλουμέ]<ν>οις ἐν ἡμέραις δέκα, ἀφ’ ἧς ἡμέρας ὁ παρ̣[α]- | |
20 | [καλούμενος] π̣ρεσβευτὴς ἢ γραμματηφόρος πα[ρ]ῆ[λθεν]· |
[τῆς δὲ συμμαχί]ας ἡγήσονται οἱ ἐπικαλεσάμενοι, τὸν δ[ὲ] | |
[ἡγεμόνα παρέξ]ουσιν οἱ ἐπικαλεσάμενοι, δ<ιδ>όντες καὶ τὸ | |
[ὑπὲρ τούτου κα]τὰ μῆνα ἀνά[λωμα], ἀφ’ ἦς ἂ<ν> ἡμέ[ρας πα]ραγ<ένη>τ<α>[ι], | |
[καὶ τὰς δαπάνας] παρέ<ξ>ουσιν [αὐ]τῶι τὰ[ς γι]νομένας [πάσας]. |