[ ] Pisid. — Termessos (Güllük Dağı) — 200-102 BC
1 [— — — — — — — — — — — ἀμ]φοτέραις. τάδε συνέθεντο [ὁ]
[δῆμος ὁ Ἀδαδέων καὶ ὁ δῆμος] ὁ Τερμησσέων τῶν μειζόνων <δ>[ιὰ]
[— — — — — — — — — — — — — —]α̣μοου Τερκανδου, Ἀρτειμας Ἀπο[λ]-
[λ— — — — — — — — — — — — — —] <π>ρε̣σβευτῶν, τῶν δὲ αὐτῶν κ̣[αὶ ὀ]-
5 [μοσάντων ὑπὲρ Τερμησσέω]ν· ἐπὶ τοῖσδε ἀνανεώσαντο [τὴν]
[συμμαχίαν Τερμησσέων τ]ῶν μειζόνων ὁ δῆμος καὶ Ἀ̣δ̣α̣δ̣έ[ων]
[ὁ δῆμος· θῦσαι τῶι Διὶ καὶ τ]οῖς ἄλλοις θεοῖς τοῖς συνγεν[είοις]
[θυσίαν, ὅπως ἂν συνενένκ]<η>ι αὐτοῖς ἡ <φι>λία{ι} καὶ ἡ συμμαχία καὶ δ̣[ια]-
[μένηι ἄδολος καὶ βεβαί(?)]α εἰς τὸν ἀεὶ χρόνον, μετὰ πάσης αὐτ<ο>-
10 [νομίας καὶ ἐλευθερίας φ]υλασσόντ<ω>ν Τερμησσέων τε καὶ Ἀ̣δ̣α̣-
[δέων τὴν πρὸς ἀλλήλους] συμμαχίαν καὶ εὔνοιαν· ἐὰν δέ τις ἐ[πὶ]
[πολέμωι ἴηι ἐπὶ πό]λ̣ιν ἢ χώραν τὴν Τερμησσέων ἢ τῶν <προ>σ-
[ηκόντων αὐτοῖς ἢ ἐπ]ὶ τὴν τῶν <’Αδ>α̣δ̣έων πόλιν ἢ τὴν χώραν ἢ τ<ῶ>[ν αὐ]-
[τοῖς προσηκόντω]ν ἢ καταλύη τοὺς νόμους ἢ τὰς προσ<όδ>ο[υς]
15 [ἢ τὴν καθεστῶσαν] δημοκρατείαν ἐν ἑκατέραις τῶν πόλεων,
[βοηθούντων ἀλ]λή<λο>ις κατὰ δύναμιν τὴν ἑαυτῶν ἑκ[άτ]ε[ρ]ο[ι]
[παντὶ σθένει ἐ]κ τῆς ἑαυτῶν χώρας ἅμα τῶι προσανγ[έλ]-
[ματι ἀδόλως καὶ] ἀπροφασίστως, πέμποντες συμμαχίαν
[τοῖς ἐπικαλουμέ]<ν>οις ἐν ἡμέραις δέκα, ἀφ’ ἧς ἡμέρας ὁ παρ̣[α]-
20 [καλούμενος] π̣ρεσβευτὴς ἢ γραμματηφόρος πα[ρ][λθεν]·
[τῆς δὲ συμμαχί]ας ἡγήσονται οἱ ἐπικαλεσάμενοι, τὸν δ[ὲ]
[ἡγεμόνα παρέξ]ουσιν οἱ ἐπικαλεσάμενοι, δ<ιδ>όντες καὶ τὸ
[ὑπὲρ τούτου κα]τὰ μῆνα ἀνά[λωμα], ἀφ’ ἦς ἂ<ν> ἡμέ[ρας πα]ραγ<ένη>τ<α>[ι],
[καὶ τὰς δαπάνας] παρέ<ξ>ουσιν [αὐ]τῶι τὰ[ς γι]νομένας [πάσας].
Search Help
Contact Us