[ ] Bith. — Prusias ad Hypium (Üskübü) — Peek, GVI 650
1 ὠκυμόρου τά-
φον ἀνδρὸς ὁρᾷς, ξέ-
νε, καὶ με δάκρυσον /
ὅτι ῥᾶ οἲ θνῆσκον
5 οὐδὲ λάλησα φί-
λοις, / οὐδ’ ἄλοχον προ-
σεεῖπα φίλην, οὐ
παισὶ προσεῖπον· /
ἀλ<λ>ά <μ>έ τις δαίμων
10 ἤρπασεν εἰς Ἀΐδην. / εἰ
δὲ θέλει[ς] γνῶναι
τὶς ἔφ[υν, ξέ]νε καὶ
τίν[ες εἷσαν / καλὸν]
[μνῆμα τ]όδε [καὶ]
15 τάδε δῶρα νέοι / γράμ-
μασι τοῖς λοιποῖς
πάντα μαθὼν πάριθι. /
Αἴλιος Σεβῆρος καὶ Μυστι-
κὸς καὶ Ἤπιος Αἰλί. Πίῳ
20 τῷ πατρί.
χαίρετε.
Search Help
Contact Us