[ ]
Bith. — Prusias ad Hypium (Üskübü) — Peek, GVI 1112
1 | σεμνοτάτης φιλίας κῦδος μετὰ πᾶσι λαλητόν, |
ἐκ δὲ κόπων πορίσαντα χρόνοις σεμνῶς καὶ ἀμέμπτως, | |
ἐξ ὧν ἦρ[ξ]α πάτρῃ μεγίστην ὡς ἔθος ἀρχήν, | |
φάρεσι πορφυρέοις κοσμήσας σεμνὸν ἀγῶνα | |
5 | καὶ κροτάφοις φορέσας χρυσοῦν στέφαν<ον> μετὰ δόξης, |
βουλῇ καὶ δήμῳ μερίσαντα νομὴν μετὰ τειμῆς, | |
καὶ δὲ πολειτείας ἑτέρας πράξας ἀμερίμνως, | |
συμβιώσας δὲ φίλοις πλείστοις κείμενος, ὦ παροδεῖτα. | |
παῖξον καὶ γέλασον, ἐφ’ ὄσον ζῇς, ὧδε γὰρ ἐλθὼν | |
10 | οὐδὲν ἔχεις καθιδεῖν ἣ νύκτα μακρὰν μετὰ σειγῆς· |
οὐ βαιούλου ψόφος ἔν<θ>’, οὐ βαλλίζων τις ὁρᾶται, | |
ἀλλὰ νέκυν με Δαφνοῦς κατέχει εἰς αἰώνιον οἶκον, | |
ἡ δ’ἀγαθὴ ψυχὴ εἰς οὐρανὸν αὐτὸν ἔδυνεν. | |
<εἰ> ἂν μέντοι γε τεθέντος ἐμοῦ ἔτερόν τινα θήσει, | |
15 | εἰ μὴ τέκνον ἐμὸν ὁμώνυμον ἔνθα Καπέλλαν, |
τὴν ἀγαθὴν στοργὴν πρὸς φίλιον πατέρα, | |
ὃς δ’ ἄν μεθ’ ἡμᾶς ἔτερον ἐνθήσει νεκρόν, | |
δώσει πάτρῃ ἡμῶν ἀττικάς τρισχειλίας. |